[ ] Boiotia — Akraiphia — after 37 AD
1 [— — — — — — — — — — — — — — — —]Ι ὑπ̣οΙΙ δ[— — — — — —]
[— — — — — — — — — — — — — — — —] πέντε δι[— — — — — —]
[— — — — — — — — — — — — — — —]ν․τωνΙΦ̣αιοΙ[— — — — —]
[— — — — — — — — — — — — — — —]ο[υ]ς ὡς ἐπιφω[νεῖσθαι?]
5 [— — — — — — — — — — — — — —]․ <ἐ>δώκαμεν αὐ[τῷ — —]
[— — — — — — — — — — — — —]#⁷ ἡμῖν, ἕνα δὲ καὶ φ[— — —]
[— — — — — — — κατὰ δὲ τὴν δ]ευτέραν γυμνασια[ρχίαν]
[— — — — — — — — — — — — —]Νήσατο πᾶσαν ἀπ̣οθ̣[έμενος]
[— — — — — — — — — — — — ἐ]λαίω ἤλε<ιψ>εν, ὅλη̣ν̣ δὲ τ̣[ὴν πόλιν]
10 [εἱστίασε — — — — — — — —]εν παρ’ ἡμῖν, ᾧ Γ․․[—]․․Μ․[— — — —]
[— — — — — — — ἐπὶ τῆς π]<ρ>ώτης ἀρχῆς ἐνΙΕ#⁷[—]ΟΛ[— — — — —]
[— — — — — — — — τούς τε] π̣ολείτας πάντας καὶ <π>α<ρ>ο[ίκους]
[καὶ ἐκτημένους καὶ τοὺς] παῖδας τοὺς τῶν πολειτῶ[ν — — — —]
[— — — — — — — — — — —]ωι τοὺς παρεπιδημοῦντας [ξένους]
15 [— — — — — — — — — — —] χειμῶνος ὅλου ἐπανάγων̣ [— — — —]
[— — — — — — — — — — — δ]είπνοις χρώμενος ὡς ο[ὐ]κ ἐ․[— —]
[— — — — — — — — — — —]άτων καὶ εὐσχήμονας πολλά[κις]
[— — — — — — — — — — —]α ὅλην τὴν πόλιν δημοθοινία[ις]
[εἱστίασεν ἐνδεικνύμενος τὸ φιλά]νθρωπον ἦθος, μηδένα [κα]ιρὸν
20 [παρεὶς ἄνευ πολλῶν χρημά]των δαπάνη[ς παρ’ ἑα]υτοῦ. πληρώσας δὲ ταῦτα [πάν]<τ>α [․]
[— — — — — — — — — — —] λινών[ι]α χ[ρ]όνω<ν>, ἐν οἷς ὅλην τὴν πόλιν εἱστία-
[σε λαμπρῶς. ἔθηκε δὲ καὶ] τῇ ἑορτῆι ταυροθυτήσας Ἑρμεῖ καὶ Ἡρα-
[κ]λεῖ κα[ὶ] τοῖς Σεβα[σ]τοῖς ἀγῶν[α] ὁπ̣[λ]ιτ̣ικόν, θὶς ἆθλα ἀσπιδῆα τοῖς
[νει]κή[σασι] πᾶσιν, μόνο[ς κ]αὶ πρῶτος ἀπὸ [τοῦ] παντὸς αἰῶνος ἐ<ξ>ευ-
25 ρὼν τὴν τειμὴν ταύτην. ἠρίστισε <δ>[ὲ τὴ]ν πόλιν τῇ αὐτῇ ἡμέρᾳ
ἀπ’ ἐ[κθέμ]ατος ἐν τῷ γυμνασίῳ, μηδ[ένα π]αραλιπὼν οὐ μόνον τῶν
ἐνοί[κων] αὐτῶν, [ἀλ]λ’ οὐδὲ τῶν παρεπι[δη]μού[ν]των ξένων σὺν παι-
σὶν ἐ[λευ]θέροι<ς> καὶ τοῖς τῶν πολειτῶν δού[λοι]ς <δ>ι[ὰ] τὸ φιλόδοξον
ἦθος. [παραλαβ]ὼν [δὲ] τὴν ἀρχὴν τὴν μεγίστην [οὐ] διέλ[ι]π̣<ε>ν̣ [ἐνδ]<εικνύμενος τὴν μεγα>λο-
30 ψυχ[ί]αν· [ταυ]ρο[θυ]τήσα[ς γ]ὰρ τοῖ[ς] Σεβαστοῖς ἐ[πε]θοίνησ[εν]
μιᾷ ἡμέρᾳ τὴν πόλιν ἐπιτελῶν [τ]ὸν λε[γ]όμενον πα․․․ ἐν τ[ῷ]
γυμνασίῳ, <ὡς> τ<ὸ> ὑπερ[β]άλλον τῶν δαπανημάτων καὶ ἀδι[άλ]ει<π>το<ν> ο[ὐ μό]-
[ν]ον παρ’ ἡμ[ῖ]ν, ἀλλὰ καὶ ἐν ταῖς πέρι<ξ> πόλεσιν θ̣αυμ[ά]<ζ>εσθαι. τοῦ τ[ε]
μεγίστου [κ]αὶ [σ]ώ<ζ>οντος [ἡ]<μ>ῶν τὴν χώραν χώ[μ]<α>τος παραλελει<μ>[μένης]
35 τῆς κον[ιά]σεως <ἐ>ν τῇ ἐγδόσ̣ει, τοῦ ὅλον ἐπισκε[υ]ασθῆναι καὶ κονι<α>θῆ-
να[ι] μόνος προενόησε {Ν} προσμείνας καὶ κατωρθώσατο ὑπὲρ ἑξ[ακισ]-
χίλια δηνάρια οὔσης τῆς ἐπισκευῆς ἰς δώδεκα σταδίους. ἤδη δὲ τὸ μεγ[α]-
λό[φ]ρον τῆς γνώμης ἐκτείνας καὶ [ἰς] τὸ Βοιωτῶν ἔθνος, πρεσβίας [ζη]του-
μένης πρὸς τὸν νέον Σεβαστὸν ἐν τῷ τῶν Ἀχαιῶν καὶ Πανελλήνων
40 συνεδρίῳ ἐν Ἄργει, πο[λλ]ῶν τε συνεληλυθότων εὐσχημόνων καὶ πρώ-
των ἐκ τῶν πόλεων καὶ πάντων ἀρνουμένων καὶ ἐπι[κ]α̣λουμένων, πάντ[α]
ἐν ἐλάσσονι θέμενος τ[ὰ] ἑαυτοῦ προθυμότατα ἐπεδέξατο τὴν πρεσ-
βίαν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, προσθεὶς τῷ εὐ[γ]ενεῖ τοῦ φρονήματος [κ]αὶ τὸ
μεγαλόψυχον [εἰς] ἄδωρ[ο]ν πρέσβευσιν. θαυμ[ασ]<θὶ>ς οὖν ἐπὶ τούτοις καὶ ἀπο-
45 δοχῆς ἀξιωθὶς ἐν τοῖς Πανέλλησιν τειμὰς ἔλαβεν, μαρτυρούμενος καὶ δι-
ὰ τῆς [πεμ]φθίσης ἐπιστολῆς ὑπ’ αὐτῶν πρὸς τὴν πόλιν ἡμῶν.  τελέσας
δὲ τὴν πρεσβείαν μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὸ ἀπόκριμα ἐνενκὼν παρὰ
[Γαΐου Καίσαρος, τειμὰς] ἔλαβεν μετὰ τῶν συνπρεσβευτῶν, τό τε κοινὸν
Παμβοιωτῶν συνέδριον ὑ[πομιμνησκόμ]ενον τὴν αὐτεπάνγελτον χάρι[ν]
50 καὶ [εὔ]νοιαν τειμὰς ἐψηφίσαντο [τὰ]ς πρεπούσας καὶ ἀπέστειλαν πρὸ[ς]
τὴν [πό]λιν [ἡ]μῶν, ἔπιτα δὲ κα<ὶ> ἄ[λ]<λ>[αι πόλει]ς καὶ κ[ῶ]μαι [ε]ὐχάριστον πρᾶγ<μ>α
[ποιοῦσ]αι καὶ αὐταὶ [ψηφίσ]μασιν κα[ὶ πο]λειτεί[ᾳ] καὶ εἰκόνων [ἀναστάσει]
[ἐ]τείμη̣σ{Τ}α[ν] {²⁶ἐτείμησαν}²⁶ <α>ὐτόν. ὑπερ[εβάλλετο] δὲ τῇ μεγαλοψυχίᾳ καὶ ἀρετῇ πάντας τοὺς
[προτέρους, τρέψας] ἑαυτὸν πρὸς τὸ φιλόδοξον [καὶ] φιλάγαθον ταῖς [ἐπαλ]-
55 λή[λ]οις δαπάναις, εἷς φιλόπατρις καὶ εὐεργέτης νομ[ιζ]όμενος· ἐγ[λε]λοιπό-
τος γὰρ ἤδη τριάκοντα ἔτη τοῦ τῶν Πτωΐων ἀγῶνος, κατασταθὶς ἀγωνοθέ-
της προθυμότατα ἐπεδέξατο φιλοδοξήσας τὸ ἀνανεώσασθαι τὴν ἀρχα[ι]-
ότητα τοῦ ἀγῶνος, τῶν μεγάλων Πτωΐων καὶ Καισαρήων κτίστης ἄνωθε
γενόμενος· ἀναλαβών τ[ε] τὴν ἀρχὴν εὐθέως ἐπε̣τέλει τὰς θυσίας καὶ
60 τὰ τοῦ θεοῦ μαντεῖα ἑστιῶν ἄρχοντας καὶ συνέδρους κατ’ ἔτος πεντά-
[κ]ις μεγαλομερέσι δ[ίπ]νοις καὶ τὴν πόλιν ἀριστί[ζ]ων ἐπὶ πενταε[τί]αν, μηδε-
μίαν ὑπέρθεσιν ποιησάμενος ἐν τοῖς χρόνοις μήτε θυσίας μήτε δαπ[ά]-
νης μηδέποτε. <ἐ>ν̣σ[τ]άντος δὲ τοῦ ἀγῶνος τῷ ἕκτῳ ἐνιαυτῷ τὸ ἐπὶ πόλεος
διάδομ[α ἰς] τὴν μέλλουσαν ἑορτὴν ἔδωκεν πᾶσι τοῖς πολείταις καὶ παροί-
65 κοις καὶ ἐκτημένοις διδοὺς κατ’ ἄνδρα ἕκαστον κόφινον σείτου καὶ οἴνου
ἡμί[ναν. τ]ὰς δὲ πατρίους πομπὰς μεγάλας καὶ τὴν τῶν συρτῶν πάτριο[ν]
ὄρχησιν θεοσεβῶς ἐπετέλεσεν, [τ]αυροθυτήσας τε τ[οῖς] θεοῖς καὶ Σε-
βαστοῖς κρεαδοσί[ας καὶ] ἄριστα καὶ γλυκισμοὺς καὶ δῖπνα οὐ διέλιπεν ποιῶν
[καὶ] κατὰ τάξις ἀπὸ εἰκάδος μέχρι τριακάδος πρὸς ἔνπασι τοῖς ἀρίστοις
70 παῖδας τοὺς τῶν πολε<ιτ>ῶν καὶ δούλους ἐνηλίκους τάς τε γυναῖκας τῶν πολει-
τῶν ἡ γυνὴ αὐτοῦ Νωτί․α ἠρίστισεν καὶ παρθένους καὶ δούλας ἐνηλίκους· οὐ
παρέλιπεν δὲ οὐδὲ [τοὺς] σκηνίτας καὶ συνκοσμοῦντας τὴν ἑορτήν, ἠρίστισεν
δὲ [αὐ]τοὺς ἀπ’ ἐ[κ]θέματος κατ’ ἰδίαν, ὃ μηδεὶς ἄλλος τῶν προτέρων ἐποίησεν,
μηδένα τῆς ἑαυτοῦ φιλανθρωπίας βουλόμενος ἄμ[ο]ιρον γενέσθαι· ἔν τε
75 [τ]αῖ[ς] γεινομέναις θεωρίαις τοῦ θυμελικοῦ πάντας τοὺς [θε]ωμένους καὶ
τοὺς συνελθόντας ἀπὸ τῶν πόλεων ἐγλύκισεν ἐν τῷ θεάτρῳ, [πέ]μματά
[τε] ἐποίησεν μεγάλα καὶ πολυτελῆ, ὡς διάκουστα καὶ ἐν ταῖς πέρι<ξ> πόλε-
σιν τὰ δαπανήματα αὐτοῦ γενέσθαι· ἔν τε τῇ συντελείᾳ τοῦ ἀγῶνος μ[ε]-
τὰ τὸ πάνδημον δῖπνον [τὴν] ἀρχ[ὴ]ν ἄνωθεν πάλιν ποιούμενος τῆς δ̣α̣π-
80 [ά]νη[ς] κατὰ τρίκλεινον διαδόματα ἔδωκεν [ἕ]νδεκα δ<η>ναρίων, καὶ [κε]ρά-
<μ>ιον οἴνου παλαιοῦ [καὶ] δηνάρια ἓξ ἰς [ἐπ]όψημα τὸ λοιπὸν τῆς δαπά-
[ν]ης.   μετὰ δὲ τὴν πάντων τούτων συντέλειαν καταβαίνοντος
αὐτοῦ ἀπὸ τοῦ ἱεροῦ ἐπὶ τὴν πόλιν πανδημ[ε][ἀ]πήντησαν οἱ [πο]λεῖται
πᾶσαν φιλοτειμίαν καὶ εὐχαριστίαν ἐνδει[κ]νύμενοι· ὁ δὲ μὴ [ἐκ]λαθό-
85 μενος τῆς ἑατοῦ μεγαλοφροσύνης ταυροθυτήσας Διὶ τῷ Μεγίστῳ ἐπὶ
τῆς πόλεως παραχρῆμα εἱστ[ία]σεν τοὺς συν[ελ]θόντας ἐπὶ τὴν εὐχα-
ριστίαν· ὅθεν ἐπὶ τοῖς τοιούτοις τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν καὶ
μεγαλοψύχους καὶ [φι]λο[πά]τριδας ταῖς προσηκούσαις τειμαῖς τε καὶ
δωρεαῖς προσῆκόν ἐστιν κοσμουμένους μαρτ<υ>ρῖσθαι· δι’ ἃ δὴ
90 πάντα ἔδοξεν τοῖς τε ἄρχουσι καὶ συνέδροις καὶ τῷ δήμῳ ἐ[π]αι-
νέσαι [μ]ὲν τὸν προειρημένον ἄνδρα Ἐπαμεινώνδαν ἐφ’ ᾗ
πρὸς τ[ὴ]ν πατρίδ[α ἔ]σχ[ηκ]εν ἐκτενεῖ εὐνοίᾳ καὶ πρὸς τὸ Βοιω-
τῶν ἔθνος μεγαλοψυχίᾳ συνκοσμῶν καὶ τὴν πατρίδα τῇ
πρεσβείᾳ, στεφανῶ[σ]αι δὲ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκό[ν]-
95 γραπτῇ, τύχ]ῃ τῇ ἀγαθῇ, τούς τε μετὰ <τα>ῦτα κατασταθησομένους [ἀγω]-
νοθ[έτας] ἐν [τ]οῖς ἐπιτελεσθησομένοις ὑπ’ αὐτῶν ἀγῶσιν [κα]λεῖν αὐ-
τὸν ἰς [προε]δρία[ν] καθάπερ καὶ τοὺς ἄλλους εὐεργέτας, ἵν[α τού]των
οὕτω συντελουμέν[ων] ἡ πόλις ἡμῶν εὐχάριστος φαίν<η>ται πρὸς
τοὺς εὐεργέτας, πολλοί τε ζηλ[ωταὶ γ]είνων[τ]αι τῶν ἀγαθῶν
100 τῶν εἰς τὴν πόλιν μαρτυρουμένων τῶν πρώτων. στῆσαι δὲ καὶ ἀν-
δριάντας αὐτοῦ ἢ ἀγάλματα, ἕνα μὲν ἐν τῷ ἱερῷ Ἀπόλλωνος
τοῦ Πτωΐου, τὸν δ’ ἕτερον ἐπὶ τῆς πόλεως ἐν τῇ ἀγορᾷ, καὶ εἰκόν[α]ς
ὁμοίως ἐπιχρύσους τὴν ἐπιγραφὴν ποιουμένων τήνδε· "ὁ δῆμος κ[αὶ]
ἡ βουλὴ Ἐπαμεινώνδαν Ἐπαμεινώνδου ἄριστα πολειτευσάμε-
105 νον [ἀρετῆς ἕνεκα καὶ εὐνοίας]". εἶναι δὲ [καὶ] ἐν ἀναγραφῇ τὸ ψήφισμα ἐπὶ τοῦ ἱεροῦ
τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου καὶ ἐπὶ πόλεος ἐν τῇ ἀγορᾷ.
Search Help
Contact Us