[ ]
Boiotia — Akraiphia — after 37 AD
1 | [— — — — — — — — — — — — — — — —]Ι ὑπ̣οΙΙ δ[— — — — — —] |
[— — — — — — — — — — — — — — — —] πέντε δι[— — — — — —] | |
[— — — — — — — — — — — — — — —]ν․τωνΙΦ̣αιοΙ[— — — — —] | |
[— — — — — — — — — — — — — — —]ο[υ]ς ὡς ἐπιφω[νεῖσθαι?] | |
5 | [— — — — — — — — — — — — — —]․ <ἐ>δώκαμεν αὐ[τῷ — —] |
[— — — — — — — — — — — — —]#⁷ ἡμῖν, ἕνα δὲ καὶ φ[— — —] | |
[— — — — — — — κατὰ δὲ τὴν δ]ευτέραν γυμνασια[ρχίαν] | |
[— — — — — — — — — — — — —]Νήσατο πᾶσαν ἀπ̣οθ̣[έμενος] | |
[— — — — — — — — — — — — ἐ]λαίω ἤλε<ιψ>εν, ὅλη̣ν̣ δὲ τ̣[ὴν πόλιν] | |
10 | [εἱστίασε — — — — — — — —]εν παρ’ ἡμῖν, ᾧ Γ․․[—]․․Μ․[— — — —] |
[— — — — — — — ἐπὶ τῆς π]<ρ>ώτης ἀρχῆς ἐνΙΕ#⁷[—]ΟΛ[— — — — —] | |
[— — — — — — — — τούς τε] π̣ολείτας πάντας καὶ <π>α<ρ>ο[ίκους] | |
[καὶ ἐκτημένους καὶ τοὺς] παῖδας τοὺς τῶν πολειτῶ[ν — — — —] | |
[— — — — — — — — — — —]ωι τοὺς παρεπιδημοῦντας [ξένους] | |
15 | [— — — — — — — — — — —] χειμῶνος ὅλου ἐπανάγων̣ [— — — —] |
[— — — — — — — — — — — δ]είπνοις χρώμενος ὡς ο[ὐ]κ ἐ․[— —] | |
[— — — — — — — — — — —]άτων καὶ εὐσχήμονας πολλά[κις] | |
[— — — — — — — — — — —]α ὅλην τὴν πόλιν δημοθοινία[ις] | |
[εἱστίασεν ἐνδεικνύμενος τὸ φιλά]νθρωπον ἦθος, μηδένα [κα]ιρὸν | |
20 | [παρεὶς ἄνευ πολλῶν χρημά]των δαπάνη[ς παρ’ ἑα]υτοῦ. πληρώσας δὲ ταῦτα [πάν]<τ>α [․] |
[— — — — — — — — — — —] λινών[ι]α χ[ρ]όνω<ν>, ἐν οἷς ὅλην τὴν πόλιν εἱστία- | |
[σε λαμπρῶς. ἔθηκε δὲ καὶ] τῇ ἑορτῆι ταυροθυτήσας Ἑρμεῖ καὶ Ἡρα- | |
[κ]λεῖ κα[ὶ] τοῖς Σεβα[σ]τοῖς ἀγῶν[α] ὁπ̣[λ]ιτ̣ικόν, θὶς ἆθλα ἀσπιδῆα τοῖς | |
[νει]κή[σασι] πᾶσιν, μόνο[ς κ]αὶ πρῶτος ἀπὸ [τοῦ] παντὸς αἰῶνος ἐ<ξ>ευ- | |
25 | ρὼν τὴν τειμὴν ταύτην. ἠρίστισε <δ>[ὲ τὴ]ν πόλιν τῇ αὐτῇ ἡμέρᾳ |
ἀπ’ ἐ[κθέμ]ατος ἐν τῷ γυμνασίῳ, μηδ[ένα π]αραλιπὼν οὐ μόνον τῶν | |
ἐνοί[κων] αὐτῶν, [ἀλ]λ’ οὐδὲ τῶν παρεπι[δη]μού[ν]των ξένων σὺν παι- | |
σὶν ἐ[λευ]θέροι<ς> καὶ τοῖς τῶν πολειτῶν δού[λοι]ς <δ>ι[ὰ] τὸ φιλόδοξον | |
ἦθος. [παραλαβ]ὼν [δὲ] τὴν ἀρχὴν τὴν μεγίστην [οὐ] διέλ[ι]π̣<ε>ν̣ [ἐνδ]<εικνύμενος τὴν μεγα>λο- | |
30 | ψυχ[ί]αν· [ταυ]ρο[θυ]τήσα[ς γ]ὰρ τοῖ[ς] Σεβαστοῖς ἐ[πε]θοίνησ[εν] |
μιᾷ ἡμέρᾳ τὴν πόλιν ἐπιτελῶν [τ]ὸν λε[γ]όμενον πα․․․ ἐν τ[ῷ] | |
γυμνασίῳ, <ὡς> τ<ὸ> ὑπερ[β]άλλον τῶν δαπανημάτων καὶ ἀδι[άλ]ει<π>το<ν> ο[ὐ μό]- | |
[ν]ον παρ’ ἡμ[ῖ]ν, ἀλλὰ καὶ ἐν ταῖς πέρι<ξ> πόλεσιν θ̣αυμ[ά]<ζ>εσθαι. τοῦ τ[ε] | |
μεγίστου [κ]αὶ [σ]ώ<ζ>οντος [ἡ]<μ>ῶν τὴν χώραν χώ[μ]<α>τος παραλελει<μ>[μένης] | |
35 | τῆς κον[ιά]σεως <ἐ>ν τῇ ἐγδόσ̣ει, τοῦ ὅλον ἐπισκε[υ]ασθῆναι καὶ κονι<α>θῆ- |
να[ι] μόνος προενόησε {Ν} προσμείνας καὶ κατωρθώσατο ὑπὲρ ἑξ[ακισ]- | |
χίλια δηνάρια οὔσης τῆς ἐπισκευῆς ἰς δώδεκα σταδίους. ἤδη δὲ τὸ μεγ[α]- | |
λό[φ]ρον τῆς γνώμης ἐκτείνας καὶ [ἰς] τὸ Βοιωτῶν ἔθνος, πρεσβίας [ζη]του- | |
μένης πρὸς τὸν νέον Σεβαστὸν ἐν τῷ τῶν Ἀχαιῶν καὶ Πανελλήνων | |
40 | συνεδρίῳ ἐν Ἄργει, πο[λλ]ῶν τε συνεληλυθότων εὐσχημόνων καὶ πρώ- |
των ἐκ τῶν πόλεων καὶ πάντων ἀρνουμένων καὶ ἐπι[κ]α̣λουμένων, πάντ[α] | |
ἐν ἐλάσσονι θέμενος τ[ὰ] ἑαυτοῦ προθυμότατα ἐπεδέξατο τὴν πρεσ- | |
βίαν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, προσθεὶς τῷ εὐ[γ]ενεῖ τοῦ φρονήματος [κ]αὶ τὸ | |
μεγαλόψυχον [εἰς] ἄδωρ[ο]ν πρέσβευσιν. θαυμ[ασ]<θὶ>ς οὖν ἐπὶ τούτοις καὶ ἀπο- | |
45 | δοχῆς ἀξιωθὶς ἐν τοῖς Πανέλλησιν τειμὰς ἔλαβεν, μαρτυρούμενος καὶ δι- |
ὰ τῆς [πεμ]φθίσης ἐπιστολῆς ὑπ’ αὐτῶν πρὸς τὴν πόλιν ἡμῶν. τελέσας | |
δὲ τὴν πρεσβείαν μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὸ ἀπόκριμα ἐνενκὼν παρὰ | |
[Γαΐου Καίσαρος, τειμὰς] ἔλαβεν μετὰ τῶν συνπρεσβευτῶν, τό τε κοινὸν | |
Παμβοιωτῶν συνέδριον ὑ[πομιμνησκόμ]ενον τὴν αὐτεπάνγελτον χάρι[ν] | |
50 | καὶ [εὔ]νοιαν τειμὰς ἐψηφίσαντο [τὰ]ς πρεπούσας καὶ ἀπέστειλαν πρὸ[ς] |
τὴν [πό]λιν [ἡ]μῶν, ἔπιτα δὲ κα<ὶ> ἄ[λ]<λ>[αι πόλει]ς καὶ κ[ῶ]μαι [ε]ὐχάριστον πρᾶγ<μ>α | |
[ποιοῦσ]αι καὶ αὐταὶ [ψηφίσ]μασιν κα[ὶ πο]λειτεί[ᾳ] καὶ εἰκόνων [ἀναστάσει] | |
[ἐ]τείμη̣σ{Τ}α[ν] {²⁶ἐτείμησαν}²⁶ <α>ὐτόν. ὑπερ[εβάλλετο] δὲ τῇ μεγαλοψυχίᾳ καὶ ἀρετῇ πάντας τοὺς | |
[προτέρους, τρέψας] ἑαυτὸν πρὸς τὸ φιλόδοξον [καὶ] φιλάγαθον ταῖς [ἐπαλ]- | |
55 | λή[λ]οις δαπάναις, εἷς φιλόπατρις καὶ εὐεργέτης νομ[ιζ]όμενος· ἐγ[λε]λοιπό- |
τος γὰρ ἤδη τριάκοντα ἔτη τοῦ τῶν Πτωΐων ἀγῶνος, κατασταθὶς ἀγωνοθέ- | |
της προθυμότατα ἐπεδέξατο φιλοδοξήσας τὸ ἀνανεώσασθαι τὴν ἀρχα[ι]- | |
ότητα τοῦ ἀγῶνος, τῶν μεγάλων Πτωΐων καὶ Καισαρήων κτίστης ἄνωθε | |
γενόμενος· ἀναλαβών τ[ε] τὴν ἀρχὴν εὐθέως ἐπε̣τέλει τὰς θυσίας καὶ | |
60 | τὰ τοῦ θεοῦ μαντεῖα ἑστιῶν ἄρχοντας καὶ συνέδρους κατ’ ἔτος πεντά- |
[κ]ις μεγαλομερέσι δ[ίπ]νοις καὶ τὴν πόλιν ἀριστί[ζ]ων ἐπὶ πενταε[τί]αν, μηδε- | |
μίαν ὑπέρθεσιν ποιησάμενος ἐν τοῖς χρόνοις μήτε θυσίας μήτε δαπ[ά]- | |
νης μηδέποτε. <ἐ>ν̣σ[τ]άντος δὲ τοῦ ἀγῶνος τῷ ἕκτῳ ἐνιαυτῷ τὸ ἐπὶ πόλεος | |
διάδομ[α ἰς] τὴν μέλλουσαν ἑορτὴν ἔδωκεν πᾶσι τοῖς πολείταις καὶ παροί- | |
65 | κοις καὶ ἐκτημένοις διδοὺς κατ’ ἄνδρα ἕκαστον κόφινον σείτου καὶ οἴνου |
ἡμί[ναν. τ]ὰς δὲ πατρίους πομπὰς μεγάλας καὶ τὴν τῶν συρτῶν πάτριο[ν] | |
ὄρχησιν θεοσεβῶς ἐπετέλεσεν, [τ]αυροθυτήσας τε τ[οῖς] θεοῖς καὶ Σε- | |
βαστοῖς κρεαδοσί[ας καὶ] ἄριστα καὶ γλυκισμοὺς καὶ δῖπνα οὐ διέλιπεν ποιῶν | |
[καὶ] κατὰ τάξις ἀπὸ εἰκάδος μέχρι τριακάδος πρὸς ἔνπασι τοῖς ἀρίστοις | |
70 | παῖδας τοὺς τῶν πολε<ιτ>ῶν καὶ δούλους ἐνηλίκους τάς τε γυναῖκας τῶν πολει- |
τῶν ἡ γυνὴ αὐτοῦ Νωτί․α ἠρίστισεν καὶ παρθένους καὶ δούλας ἐνηλίκους· οὐ | |
παρέλιπεν δὲ οὐδὲ [τοὺς] σκηνίτας καὶ συνκοσμοῦντας τὴν ἑορτήν, ἠρίστισεν | |
δὲ [αὐ]τοὺς ἀπ’ ἐ[κ]θέματος κατ’ ἰδίαν, ὃ μηδεὶς ἄλλος τῶν προτέρων ἐποίησεν, | |
μηδένα τῆς ἑαυτοῦ φιλανθρωπίας βουλόμενος ἄμ[ο]ιρον γενέσθαι· ἔν τε | |
75 | [τ]αῖ[ς] γεινομέναις θεωρίαις τοῦ θυμελικοῦ πάντας τοὺς [θε]ωμένους καὶ |
τοὺς συνελθόντας ἀπὸ τῶν πόλεων ἐγλύκισεν ἐν τῷ θεάτρῳ, [πέ]μματά | |
[τε] ἐποίησεν μεγάλα καὶ πολυτελῆ, ὡς διάκουστα καὶ ἐν ταῖς πέρι<ξ> πόλε- | |
σιν τὰ δαπανήματα αὐτοῦ γενέσθαι· ἔν τε τῇ συντελείᾳ τοῦ ἀγῶνος μ[ε]- | |
τὰ τὸ πάνδημον δῖπνον [τὴν] ἀρχ[ὴ]ν ἄνωθεν πάλιν ποιούμενος τῆς δ̣α̣π- | |
80 | [ά]νη[ς] κατὰ τρίκλεινον διαδόματα ἔδωκεν [ἕ]νδεκα δ<η>ναρίων, καὶ [κε]ρά- |
<μ>ιον οἴνου παλαιοῦ [καὶ] δηνάρια ἓξ ἰς [ἐπ]όψημα τὸ λοιπὸν τῆς δαπά- | |
[ν]ης. μετὰ δὲ τὴν πάντων τούτων συντέλειαν καταβαίνοντος | |
αὐτοῦ ἀπὸ τοῦ ἱεροῦ ἐπὶ τὴν πόλιν πανδημ[ε]ὶ [ἀ]πήντησαν οἱ [πο]λεῖται | |
πᾶσαν φιλοτειμίαν καὶ εὐχαριστίαν ἐνδει[κ]νύμενοι· ὁ δὲ μὴ [ἐκ]λαθό- | |
85 | μενος τῆς ἑατοῦ μεγαλοφροσύνης ταυροθυτήσας Διὶ τῷ Μεγίστῳ ἐπὶ |
τῆς πόλεως παραχρῆμα εἱστ[ία]σεν τοὺς συν[ελ]θόντας ἐπὶ τὴν εὐχα- | |
ριστίαν· ὅθεν ἐπὶ τοῖς τοιούτοις τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν καὶ | |
μεγαλοψύχους καὶ [φι]λο[πά]τριδας ταῖς προσηκούσαις τειμαῖς τε καὶ | |
δωρεαῖς προσῆκόν ἐστιν κοσμουμένους μαρτ<υ>ρῖσθαι· δι’ ἃ δὴ | |
90 | πάντα ἔδοξεν τοῖς τε ἄρχουσι καὶ συνέδροις καὶ τῷ δήμῳ ἐ[π]αι- |
νέσαι [μ]ὲν τὸν προειρημένον ἄνδρα Ἐπαμεινώνδαν ἐφ’ ᾗ | |
πρὸς τ[ὴ]ν πατρίδ[α ἔ]σχ[ηκ]εν ἐκτενεῖ εὐνοίᾳ καὶ πρὸς τὸ Βοιω- | |
τῶν ἔθνος μεγαλοψυχίᾳ συνκοσμῶν καὶ τὴν πατρίδα τῇ | |
πρεσβείᾳ, στεφανῶ[σ]αι δὲ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκό[ν]- | |
95 | [ι γραπτῇ, τύχ]ῃ τῇ ἀγαθῇ, τούς τε μετὰ <τα>ῦτα κατασταθησομένους [ἀγω]- |
νοθ[έτας] ἐν [τ]οῖς ἐπιτελεσθησομένοις ὑπ’ αὐτῶν ἀγῶσιν [κα]λεῖν αὐ- | |
τὸν ἰς [προε]δρία[ν] καθάπερ καὶ τοὺς ἄλλους εὐεργέτας, ἵν[α τού]των | |
οὕτω συντελουμέν[ων] ἡ πόλις ἡμῶν εὐχάριστος φαίν<η>ται πρὸς | |
τοὺς εὐεργέτας, πολλοί τε ζηλ[ωταὶ γ]είνων[τ]αι τῶν ἀγαθῶν | |
100 | τῶν εἰς τὴν πόλιν μαρτυρουμένων τῶν πρώτων. στῆσαι δὲ καὶ ἀν- |
δριάντας αὐτοῦ ἢ ἀγάλματα, ἕνα μὲν ἐν τῷ ἱερῷ Ἀπόλλωνος | |
τοῦ Πτωΐου, τὸν δ’ ἕτερον ἐπὶ τῆς πόλεως ἐν τῇ ἀγορᾷ, καὶ εἰκόν[α]ς | |
ὁμοίως ἐπιχρύσους τὴν ἐπιγραφὴν ποιουμένων τήνδε· "ὁ δῆμος κ[αὶ] | |
ἡ βουλὴ Ἐπαμεινώνδαν Ἐπαμεινώνδου ἄριστα πολειτευσάμε- | |
105 | νον [ἀρετῆς ἕνεκα καὶ εὐνοίας]". εἶναι δὲ [καὶ] ἐν ἀναγραφῇ τὸ ψήφισμα ἐπὶ τοῦ ἱεροῦ |
τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου καὶ ἐπὶ πόλεος ἐν τῇ ἀγορᾷ. |