[ ]
Boiotia — Thebai — 3rd/4th c. AD
1 | πλήρης ὁ φόρτος ἐστί μοι· καλῶς ἔχει #⁵⁶ κ<ε>ῖται γὰρ νηδὺν εἰς |
ἐμὴν ὁ Νήδυμος καὶ τοῦδε παιδὸς παῖς γεγὼς ὁ Νήδυ- | |
μος #⁵⁶ τρίτος δὲ παιδὸς νῦν πατὴρ ὁ Ζώσιμος #⁵⁶ μύσιν θε- | |
ῶν τίς μοι δότω καὶ σύνφυσιν #⁵⁶ ἢν γὰρ θίγῃ τις εἰς ἄνοιξιν | |
5 | τὴν ἐμήν, μήτ’ ἐλπίδων ὄναιτο, μὴ τέκνων σπορᾶ[ς], ἀλ- |
λ’ ἐγ γένους ὄλοιτο πάνρειζον γένος. |