[ ] Boiotia — Thebai — 3rd/4th c. AD
See also:
1 σκῆνος μὲν γενετῆρες, ἐπεὶ γέρας ἐστὶ θανοῦσι,
τειμῶντες κλαίεσκον ἀναισθήτῳ περὶ τύμβῳ,
ψυχὴ δ’ ἐς τὸ δίκαιον ἔβη· ἦν δ’ οὔνομα τοὐμὸν
Νήδυμος, Ἰταλικῆς Ἀδάης παῖς ἥμερος ὄντως.
5 οὐκ ἤμην ἔμπροσθε πολὺν χρόνον, εἶτ’ ἐγενήθην
εἰς ὀλίγων ἐτέων ἐναρίθμιος· ἄστατος αἰὼν
οὐκ ἀνέδραστον ἔχων ἴδιον δρόμον· ἧς δ’ ἔλαχέν τις
μοίρης, ταύτην ἐκτελέσει· καὶ γὰρ βασιλῆες.
ταῦτ’ ἐπέγραψε πατὴρ ὁ Ζώσιμος, εἵνεκ’ ἐμεῖο
10 ἀΐμνηστον ἔχων ψυχῆς πόθον ἀθανάτοιο.
Search Help