[ ] Boiotia — Thebai — after 316 BC
1 οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις,
ἀλλὰ τύχη κρείσσων ἐλπίδος ἐξεφάνη,
ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισ’ υἱὸν
πρόσθε πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει,
5 ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρισ<ὶ>ν ἄθλοις
ἵπποις νικήσας δώματ’ ἐπηγλάϊσεν.
                   vacat
7              Πολύκλειτος ἐπόεισε.
Search Help