1 | οὐκ ἔστ’ οὐδὲν τέρμα βίου θνητῶν ἐπινοίαις, |
ἀλλὰ τύχη κρείσσων ἐλπίδος ἐξεφάνη, | |
ἣ καὶ Τιμοκλέην Ἀσωπίχου ἠφάνισ’ υἱὸν | |
πρόσθε πρὶν ἐνδείξασθ’ ἔργα πρέποντα φύσει, | |
5 | ὃς Βασίλεια Διὸς καὶ ἐν Ἡρακλέους τρισ<ὶ>ν ἄθλοις |
ἵπποις νικήσας δώματ’ ἐπηγλάϊσεν. | |
vacat | |
7 | Πολύκλειτος ἐπόεισε. |
IG VII
2532