[ ] Boiotia — Thebai — after 371 BC
See also:
1      Ξενοκράτης,
    Θεόπομπος,
    Μνασίλαος.
    vacat
4 ἁνίκα τὸ Σπάρτας ἐκράτει δόρυ, τηνάκις εἷλεν
5 Ξεινοκράτης κλάρωι Ζηνὶ τροπαῖα φέρειν
οὐ τὸν ἀπ’ Εὐρώτα δείσας στόλον οὐδὲ Λάκαιναν
ἀσπίδα. "Θηβαῖοι κρείσσονες ἐν πολέμωι"
καρύσσει Λεύκτροις νικαφόρα δουρὶ τροπαῖα,
οὐδ’ Ἐπαμεινώνδα δεύτεροι ἐδράμομεν.
Search Help
Contact Us