[ ] Boiotia — Thebai: Kabeireion — late 3rd c. BC
1 Μνασιλάω ἄρχοντος, ἱαρειαδδόν-
των Σαμίαο Ἱσμεινικέταο, Φοξίνω
Ἀθανοδώρω, καβιριαρχιόντων
Ἑρμαΐω Ἀπολλοδώρω, Φιλομείλω
5 Ἐπιχάρμω, Καπίωνος Κοσμίππω,
γραμματίδδοντος Καφισοδώρω
Ἀκαστίδαο, ἐπάνθετα· Αὐταρξία
Δάμωνος Θεισπικὰ πόρπαν χρουσί-
αν, ὁλκὰ δύ’ ὀβολοὶ τρῖ<ς> χάλκιοι.
                   vacat
10 Ἑρμαΐω ἄρχοντος, ἱαρειαδδόν-
των Σαμίαο Ἱσμεινικέταο, Φοξίνω
Ἀθανοδώρω, καβιριαρχιόντων
Ἀσωποκλίδαο Ξενοκράτιος, Διοκλίδαο
Ἀμφίαο, Ἀσωπίχω Καφισοδώρω τῶ
15 νιωτέρω, γραμματίδδοντος
Ἀπολλοδώρω Νυμεινίω,
ἐπάνθετα· Δαματρία κὴ Σατύ-
ρα  πόρπαν χρουσίαν, ὁλκὰ χρού-
σιος. Σκόπας ἴασπιν ἔχωσαν χρου-
20 σίδιον διὰ μέττω, ὁλκὰν ὀβολόν, κὴ
ἅλυσιν χαλκᾶν. Ὠκυθόα ἀστραγά-
λως πέτταρας, στρόβιλον, μάστιγα,
δαΐδα, ἀργούρια, ὁλκὰ δρ<α>χμὴ πέντε.
<Γ>νώμα δαΐδα ἀργουρίαν, ὁλκὰ δρα-
25 χμὰ τρῖς ὀβολοί. Ἐρατὼ φιάλιον ἀργού-
ριον, ὁλκὰ τρῖς ὀβολοί. Ι̣Ι̣μανος κὴ Μέ-
νανδρος χειριπέδας κὴ πεδίσκας
[ἀρ]γουρίας, ὁλκὰ τρῖς δραχμή.
                    vacat
29 Τιμόλλιος ἄρχοντος, ἱαρειαδδόντων
30 Σαμίαο Ἱσμεινικέταο, Φοξίνω Ἀθανο-
δωρίω, καβιριαρχιόντων Πισία Δαϊκράτι-
ος, Διοδώρω Ἕρμωνος, γραμματίδδοντο[ς]
Εὐρέα Πειλεμάχω, ἐπάνθετα· Νικό-
δαμος τρεπεδδ̣ίτας τὰν παρκαταθεί-
35 καν ἂν ἔλαβεν πὰρ Πουθίωνος Πουθιήω,
ὃ ἔπραξε Δάμων, δραχμὰς ϝίκατι πέττα-
ρας πεντ’ ὀβ<ολ>ὼς ἐννία χαλκίως· ἐν οὗτο
χρούσιος ἐνκονιστάς, ὁλκὰ χρούσιος, κὴ
τριώβολον Ἀττικόν.
Search Help