[ ]
Boiotia — Thebai: Kabeireion — late 3rd c. BC
1 | Μνασιλάω ἄρχοντος, ἱαρειαδδόν- |
των Σαμίαο Ἱσμεινικέταο, Φοξίνω | |
Ἀθανοδώρω, καβιριαρχιόντων | |
Ἑρμαΐω Ἀπολλοδώρω, Φιλομείλω | |
5 | Ἐπιχάρμω, Καπίωνος Κοσμίππω, |
γραμματίδδοντος Καφισοδώρω | |
Ἀκαστίδαο, ἐπάνθετα· Αὐταρξία | |
Δάμωνος Θεισπικὰ πόρπαν χρουσί- | |
αν, ὁλκὰ δύ’ ὀβολοὶ τρῖ<ς> χάλκιοι. | |
vacat | |
10 | Ἑρμαΐω ἄρχοντος, ἱαρειαδδόν- |
των Σαμίαο Ἱσμεινικέταο, Φοξίνω | |
Ἀθανοδώρω, καβιριαρχιόντων | |
Ἀσωποκλίδαο Ξενοκράτιος, Διοκλίδαο | |
Ἀμφίαο, Ἀσωπίχω Καφισοδώρω τῶ | |
15 | νιωτέρω, γραμματίδδοντος |
Ἀπολλοδώρω Νυμεινίω, | |
ἐπάνθετα· Δαματρία κὴ Σατύ- | |
ρα πόρπαν χρουσίαν, ὁλκὰ χρού- | |
σιος. Σκόπας ἴασπιν ἔχωσαν χρου- | |
20 | σίδιον διὰ μέττω, ὁλκὰν ὀβολόν, κὴ |
ἅλυσιν χαλκᾶν. Ὠκυθόα ἀστραγά- | |
λως πέτταρας, στρόβιλον, μάστιγα, | |
δαΐδα, ἀργούρια, ὁλκὰ δρ<α>χμὴ πέντε. | |
<Γ>νώμα δαΐδα ἀργουρίαν, ὁλκὰ δρα- | |
25 | χμὰ τρῖς ὀβολοί. Ἐρατὼ φιάλιον ἀργού- |
ριον, ὁλκὰ τρῖς ὀβολοί. Ι̣Ι̣μανος κὴ Μέ- | |
νανδρος χειριπέδας κὴ πεδίσκας | |
[ἀρ]γουρίας, ὁλκὰ τρῖς δραχμή. | |
vacat | |
29 | Τιμόλλιος ἄρχοντος, ἱαρειαδδόντων |
30 | Σαμίαο Ἱσμεινικέταο, Φοξίνω Ἀθανο- |
δωρίω, καβιριαρχιόντων Πισία Δαϊκράτι- | |
ος, Διοδώρω Ἕρμωνος, γραμματίδδοντο[ς] | |
Εὐρέα Πειλεμάχω, ἐπάνθετα· Νικό- | |
δαμος τρεπεδδ̣ίτας τὰν παρκαταθεί- | |
35 | καν ἂν ἔλαβεν πὰρ Πουθίωνος Πουθιήω, |
ὃ ἔπραξε Δάμων, δραχμὰς ϝίκατι πέττα- | |
ρας πεντ’ ὀβ<ολ>ὼς ἐννία χαλκίως· ἐν οὗτο | |
χρούσιος ἐνκονιστάς, ὁλκὰ χρούσιος, κὴ | |
τριώβολον Ἀττικόν. |