[ ] Boiotia — Thebai — 355-346 BC
1 [τοιὶ χρε]ί̣ματα συνεβ[άλονθο ἐν τὸν πόλεμον],
[τὸν] ἐπο〚[λέμιον]〛 Βοιωτοὶ περ̣[ὶ τῶ ἱαρῶ τῶ ἐμ Βελφοῖς]
[π]ὸτ τὼς ἀσεβίοντας τὸ ἱαρὸ[ν τῶ Ἀπόλλωνος τῶ]
[Π]ουθίω.
                vacat
5 Ἀριστίωνος ἄρχοντος· Ἀλυζῆοι [— — — — — —]·
π̣ρισγε͂ες Χάροψ Δάδωνος ⋮ Ἀριστο[— — — — —]
Ἀνακτοριε͂ες τριάκοντα μνᾶς ⋮ πρι[σγεῖες — —]
Φόρμω ⋮ Ἄρκος Τεˉρε͂ος.
Βυζάντιοι χρουσίω Λαμψακανῶ στ̣[ατεῖρας]
10 ὀγδοέˉκοντα πέτταρας ⋮ ἀργυρίω Ἀτ[τικῶ δρα]-
χμὰς δεκαέξ· σύνεδροι Βυζαντίων [εἴνιξαν]
τὸ χρυσίον Κερκῖνος Εἱροτίμω, Ἀγ[— — —]
Δηλοπτίχω, Διωνύσιος Εἱραίωνος.
Ἀθανόδωρος ⋮ Διωνυσίω ⋮ Τενέδ̣[ιος]
15 πρόξενος ⋮ Βοιωτῶν χει<λ>ίας ⋮ δρ̣[αχμάς].
Νικολάω ἄρχοντος· Ἀλυ[ζῆοι]
ἄλλας τριάκοντα μνᾶς· εἴ[νιξαν]
πρισγεῖες Ἀλυζαίων Θεο[— — —]
[Ἀ]λεξάνδρου, Δίων Πολυλ[άου].
20 [Ἀ]γεισινίκω ἄρχοντος· Βυσζάντιοι [συνεβά]-
[λ]ονθο ἄλλως πεντακατίως στατεῖρα[ς χρυσί]-
[ω]ς Λαμψακανὼς ἐν τὸ[ν] πόλεμον, τὸν ὑ[πὲρ τῶ]
[ἱ]αρῶ τῶ ἐμ Βελφοῖς ἐπολέμιον Βοιωτο[ί]·
σύνεδροι εἴνιξαν Σῶσις Καρατίχου,
25 [Π]αρμενίσκος Πυράμου.
Search Help