[ ] Boiotia — Thespiai — reign of Hadrian
See also:
1  ὦ παῖ τοξότα Κύπριδος λιγείης
 Θεσπιαῖς Ἑλικωνίαισι ναίων
 ναρκισσοῦ παρὰ κῆπον ἀνθέοντα,
ἱλήκοις· τὸ δέ τοι δίδωσι δέξο
5  ἀκροθείνιον Ἁδριανὸς ἄρκτου,
 ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας.
 σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων
 πνέοις Οὐρανίας ἀπ’ Ἀφροδίτης.
Search Help
Contact Us