1 | ὦ παῖ τοξότα Κύπριδος λιγείης |
Θεσπιαῖς Ἑλικωνίαισι ναίων | |
ναρκισσοῦ παρὰ κῆπον ἀνθέοντα, | |
ἱλήκοις· τὸ δέ τοι δίδωσι δέξο | |
5 | ἀκροθείνιον Ἁδριανὸς ἄρκτου, |
ἣν αὐτὸς κάνεν ἱππόθεν τυχήσας. | |
σὺ δ’ αὐτῶι χάριν ἀντὶ τοῦ σαόφρων | |
πνέοις Οὐρανίας ἀπ’ Ἀφροδίτης. |
IG VII
1828