[ ] Boiotia — Thespiai — 3rd c. BC
See also:
1 [× – ⏑ – × – ⏑ – ×]ει δ’ ἐμὲ
[ἀείρατ’ ἆ]θλον, ἀλλὰ τᾶι τέχναι σοφὸς
[μελῳδ]ός, αὐλῶι φθόγγον εὖ προσαρμόσας,
[Μουσᾶ]ν ὅπ<ω>ς μελιχρὸν ἀπύσαι μέλος
5 [βάσ]ιν τιθ[εὶ]ς πρὸς τέρμα καίριον ῥυθμῶι.
[—]ΛΙΣΔΕΙΑ  παρ[κ]ειμένοις ἄειδ’ ἀεί.
οὕτως ἐνῆς ἐν τῶι μέλει πολλὰ φάσις.
τοιόσδ’ ἐὼν ἀείρατ’ ἐγ Μουσᾶν ἐμὲ
Στράτων ἀγῶνος, σφᾶι πάτραι μέγα κλέος.
10 ἁ Θεσπία δ’ ἔοικεν οὐ μόνομ φέρειν
ἄ<ν>[δ]ρας μ̣α<χ>ητάς, ἀλλὰ καὶ ἐμ Μούσαις ἄκρο<υ>ς.
Search Help
Contact Us