[ ] Boiotia — Thespiai — early 1st c. BC
See also:
1 Ξένωνος ἄρχοντος, ἀγωνοθετοῦντος τὸ
δεύτερον Κλεαινέτου τοῦ Δασύου, ἐπὶ ἱερέ-
ως τῶν Μουσῶν Πολυκρατίδου τοῦ Φαείνου, ἀ-
πὸ δὲ τῶν τεχνιτῶν
5 Ἀργείου, γραμματεύοντος Ἀμφικλεί[δου]
τοῦ Κλεαινέτου, πυρφοροῦντος Κλ[εαινέ]-
του τοῦ Δασύου, οἱ νικήσαντες τὰ Μ[ουσεῖα]
οἵδε·
                 ποιητὴς προσοδίου
10 Βάκχιος Βακχίου Ἀθηναῖος
             σαλπιστ̣ή̣[ς]
*FILO/ARNOS *MELANQI/O<1U>1 *QETTALO\S A)PO\ *KIERI/O<1U>1
             κ<ῆ>ρυξ
ρώιδης Σωκράτ[ους] Θηβαῖος
15              ἐπῶν ποιητής
Μήστωρ Μήστορος Φωκαιεύς
             ῥαψωιδός
[Θ]εόδοτος Πυθίωνος Ἀθηναῖος
             αὐλητής
20 Περιγένης Ἡ[ρα]κλείδου Κυζικηνός
            αὐλωιδός
Στράτων Στράτωνος Σιδώνιος
            κιθαριστής
Ἀπολλόδοτος Δημέου Λύκιος ἀπὸ Ξάνθο[υ]
25             κιθαρωιδός
Δημήτριος Ἁμαλωΐου Αἰολεὺς ἀπὸ Μυρίνης
             σατύρων ποιητής
Φαράδας Τίμωνος Ἀθηναῖος
              ὑποκριτὴς παλαιᾶς [τρα]γωιδίας
30 Φιλοκράτης Θεοφάντου Θηβαῖος
             [ὑ]ποκριτὴς παλαιᾶς κωμ[ῳδίας]
[Εὔ]αρχος ροδότου Κορω[νεύς].
Search Help
Contact Us