1 | [Φ]αείνω ἄρχοντος τῶ πέμπτω, μεινὸς Πανάμω, Ἀντίσων Ἀριστονίκω |
[ἔλ]εξε· δεδόχθη τῦ δάμυ, πρόξενον εἶμεν κὴ εὐεργέταν τᾶς πόλιος | |
[Θ]εισπιείων Εὔβωλον Εὐβώλω Θετταλὸν κὴ αὐτὸν κὴ ἐκγόνως, | |
[κὴ] εἶμεν αὐτῦ γᾶς κὴ ϝυκίας ἔππασιν κὴ ἀσφάλιαν κὴ ἀσυλίαν | |
5 | [κὴ] κατὰ γᾶν κὴ κατὰ θάλατταν κὴ πολέμω κὴ ἰράνας ἐώσας, καὶ τὰ λυπὰ |
[π]άντα καθάπερ τῦς ἄλλυς προξένυς κὴ εὐεργέτης. |
IG VII
1725