[ ] Boiotia — Thespiai — undated
See also:
1                                Μνάσωνος ἄρχοντος, μεινὸς Πανάμω τριακάδι,
Ἀμινοκλεῖς Σωτίμω ἔλεξε· [δ]εδόχθη τῦ δάμυ, Ἀγαθοκ<λ>εῖν Ἀμούνταο Σικουώνιον
πρόξενον εἶμεν κὴ εὐεργέταν τᾶς πόλιος Θεισπιείων αὐτὸν κὴ ἐκγόνως, κὴ εἶμεν
αὐτῦς γᾶς κὴ ϝυκίας ἔππασιν κὴ ἀσφάλ[ιαν] κὴ ἀσουλίαν κὴ πολέμω κὴ ἰράνας ἐώσας
5 κὴ κατὰ γᾶν κὴ κατὰ θάλατταν, κὴ τὰ ἄλλα πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις
                                                      κὴ εὐερ̣γ[έτης].
Search Help
Contact Us