IG VII 584
[ ] Boiotia — Tanagra — 5th c. AD
1 ἄνθρωπε, ἔτ’ ὕπερθεν ἐὼν μὴ πάτει τοὺς ὑπένερθεν,
μηδὲ μὴ̣ν ἀμπαυόμενος ἐφίζανε τοῖς φθιμένοισιν·
τοῖον γὰρ καὶ σὲ σῆμα μένει ἤματι τελεσφόρῳ·
τῶν δ’ αὐτῶν καὶ σὺ μεθέξεις, ὧν αὐτὸς δρᾶν οὐκ ἐφυλάξω,
5 οἴσεις δὲ τάδε πάντα, ὅταν σε λάβῃ ἔννυχος ἠώς.
                        vacat
6                     ταῦτα.
                      ❦
Search Help