[ ] Megaris — Aigosthena — 192-146 BC
1 ἀγαθᾶι τύχαι. ἐπὶ γραμμ[ατ]έω[ς — — — —],
ἐπὶ δὲ βασιλέως ἐν Αἰγοσθέ[νοις Ἡρά]-
κωνος, μηνὸς τρίτου, συναρχί[αι προ]-
εβουλεύσαντο ποτὶ τὰν βουλ[ὰν]
5 καὶ τὸν δᾶμον· ἐπειδὴ Ἀπολ[λόδω]-
ρος Ἀλκιμάχου Μεγαρεὺς εὔ[νους]
ἐὼν διατελεῖ τῶι δάμωι τ[ῷ Αἰ]-
γοσθενιτᾶν καὶ χρείας παρέ[χεται]
καὶ κοινᾶι καὶ καθ’ ἱδίαν τοῖς δε[ομέ]-
10 νοις τῶν πολιτᾶν ἀεί τινος ἀ[γαθοῦ]
π̣αρ̣[αίτι]ος γενόμενος, ἀγαθᾶι Τύχ[ᾳ, δεδό]-
χθαι τᾶι [βουλᾷ κα]ὶ τῶι δάμωι, πρό[ξε]-
νον εἶμεν αὐτὸν καὶ [ἐκ]γόν[ους]
τᾶς πόλιος Αἰγοσθενιτᾶν· εἶ[μεν δὲ]
15 αὐτῶι ἔγκτησιν γᾶς καὶ οἰκία[ς καὶ]
τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλ[οις]
π[ρ]οξένοις ὁ [νό]μο[ς] κε[λ]εύει· εἶμε[ν δὲ]
αὐτῶι καὶ ἐπινομίαν. ἐπεὶ δέ κα [δό]-
<ξ>ῃ, ἀναγραψάντω οἱ δ[αμ]ιοργοὶ εἰστά]-
20 λαν λιθίναν ἐν τῶι ἱ[ερῷ] τοῦ Με[λάμ]-
ποδος· δίδοσθαι δὲ [καὶ] μερίδα α[ὐτῷ ἐ]-
κ τῶν Μελαμποδείων καὶ καλ[εῖσθαι]
αὐτὸν εἰς προεδρίαν, καθάπερ [κα]-
[ὶ τ]οὺς ἄλλους προξένους.
Search Help
Contact Us