[ ]
Megaris — Aigosthena — 192-146 BC
1 | ἀγαθᾶι τύχαι. ἐπὶ γραμμ[ατ]έω[ς — — — —], |
ἐπὶ δὲ βασιλέως ἐν Αἰγοσθέ[νοις Ἡρά]- | |
κωνος, μηνὸς τρίτου, συναρχί[αι προ]- | |
εβουλεύσαντο ποτὶ τὰν βουλ[ὰν] | |
5 | καὶ τὸν δᾶμον· ἐπειδὴ Ἀπολ[λόδω]- |
ρος Ἀλκιμάχου Μεγαρεὺς εὔ[νους] | |
ἐὼν διατελεῖ τῶι δάμωι τ[ῷ Αἰ]- | |
γοσθενιτᾶν καὶ χρείας παρέ[χεται] | |
καὶ κοινᾶι καὶ καθ’ ἱδίαν τοῖς δε[ομέ]- | |
10 | νοις τῶν πολιτᾶν ἀεί τινος ἀ[γαθοῦ] |
π̣αρ̣[αίτι]ος γενόμενος, ἀγαθᾶι Τύχ[ᾳ, δεδό]- | |
χθαι τᾶι [βουλᾷ κα]ὶ τῶι δάμωι, πρό[ξε]- | |
νον εἶμεν αὐτὸν καὶ [ἐκ]γόν[ους] | |
τᾶς πόλιος Αἰγοσθενιτᾶν· εἶ[μεν δὲ] | |
15 | αὐτῶι ἔγκτησιν γᾶς καὶ οἰκία[ς καὶ] |
τὰ ἄλλα πάντα ὅσα καὶ τοῖς ἄλλ[οις] | |
π[ρ]οξένοις ὁ [νό]μο[ς] κε[λ]εύει· εἶμε[ν δὲ] | |
αὐτῶι καὶ ἐπινομίαν. ἐπεὶ δέ κα [δό]- | |
<ξ>ῃ, ἀναγραψάντω οἱ δ[αμ]ιοργοὶ εἰ[ς στά]- | |
20 | λαν λιθίναν ἐν τῶι ἱ[ερῷ] τοῦ Με[λάμ]- |
ποδος· δίδοσθαι δὲ [καὶ] μερίδα α[ὐτῷ ἐ]- | |
κ τῶν Μελαμποδείων καὶ καλ[εῖσθαι] | |
αὐτὸν εἰς προεδρίαν, καθάπερ [κα]- | |
[ὶ τ]οὺς ἄλλους προξένους. |