[ ]
Megaris — Aigosthena — 223-201 BC
1 | Νικίας Διονυσίου ἔλεξε· προβεβωλευμένον |
[ε]ἶμεν αὑτοῖ, ἐπιδή ἐστι τῇ πόλι Σιφείων προ- | |
[ϋ]πάρχωσα εὔνοια ἐκ προγόνων, κὴ ἐν προεδρίαν | |
καλῖ ἁ πόλις Ἠγοσθενιτάων ὁπόττοι κα παρί- | |
5 | ωνθι Σιφείων, κατὰ ταὐτὰ δὲ κὴ τοὶ Σιφεῖες τὰς |
αὐτὰς τιμὰς ἐκτεθήκανθι Ἠγοσθενίτης, κὴ ἐ- | |
[π]ὶ τὰς κοινὰς. συνόδως καλέονθι τὼς παργινυ- | |
μένως· ὅπω<ς> ὦν φανερὸν ἴει ὅτι τὰν ὁμόνοι- | |
αν διαφυλάττι τὰν ἐκ τῶν προγόνων παρδοθεῖ- | |
10 | σαν ἁ πόλις Ἠγοσθενιτάων πὸτ τὰν πόλιν Σιφε- |
ίων, δεδόχθη τοῖ δάμοι, ὁπόττοι κὰ παργινύ- | |
ωνθη Σιφείων ἐν τὰς κοινὰς θυσίας ἃς δαΐζοι ἁ πό- | |
[λ]ις, ὑπαρχέμεν αὐτοῖς, καθάπερ κὴ τοῖς πολ- | |
ίτης· τοὶ δὲ πολέμαρχοι, ἐπί κα τὸ ψάφισμα κου- | |
15 | [ρ]ωθείει, ἀνγραψάνθω τὸ ψάφισμα ἐν στάλαν ἐ[ν] |
τοῖ Μελαμποδείοι. |