[ ] Megaris — Aigosthena — 223-201 BC
1 Νικίας Διονυσίου ἔλεξε· προβεβωλευμένον
[ε]ἶμεν αὑτοῖ, ἐπιδή ἐστι τῇ πόλι Σιφείων προ-
[ϋ]πάρχωσα εὔνοια ἐκ προγόνων, κὴ ἐν προεδρίαν
καλῖ ἁ πόλις Ἠγοσθενιτάων ὁπόττοι κα παρί-
5 ωνθι Σιφείων, κατὰ ταὐτὰ δὲ κὴ τοὶ Σιφεῖες τὰς
αὐτὰς τιμὰς ἐκτεθήκανθι Ἠγοσθενίτης, κὴ ἐ-
[π]ὶ τὰς κοινὰς. συνόδως καλέονθι τὼς παργινυ-
μένως· ὅπω<ς> ὦν φανερὸν ἴει ὅτι τὰν ὁμόνοι-
αν διαφυλάττι τὰν ἐκ τῶν προγόνων παρδοθεῖ-
10 σαν ἁ πόλις Ἠγοσθενιτάων πὸτ τὰν πόλιν Σιφε-
ίων, δεδόχθη τοῖ δάμοι, ὁπόττοι κὰ παργινύ-
ωνθη Σιφείων ἐν τὰς κοινὰς θυσίας ἃς δαΐζοι ἁ πό-
[λ]ις, ὑπαρχέμεν αὐτοῖς, καθάπερ κὴ τοῖς πολ-
ίτης· τοὶ δὲ πολέμαρχοι, ἐπί κα τὸ ψάφισμα κου-
15 [ρ]ωθείει, ἀνγραψάνθω τὸ ψάφισμα ἐν στάλαν ἐ[ν]
τοῖ Μελαμποδείοι.
Search Help
Contact Us