[ ]
Megaris — Aigosthena — 223-201 BC
| 1 | Νικίας Διονυσίου ἔλεξε· προβεβωλευμένον |
| [ε]ἶμεν αὑτοῖ, ἐπιδή ἐστι τῇ πόλι Σιφείων προ- | |
| [ϋ]πάρχωσα εὔνοια ἐκ προγόνων, κὴ ἐν προεδρίαν | |
| καλῖ ἁ πόλις Ἠγοσθενιτάων ὁπόττοι κα παρί- | |
| 5 | ωνθι Σιφείων, κατὰ ταὐτὰ δὲ κὴ τοὶ Σιφεῖες τὰς |
| αὐτὰς τιμὰς ἐκτεθήκανθι Ἠγοσθενίτης, κὴ ἐ- | |
| [π]ὶ τὰς κοινὰς. συνόδως καλέονθι τὼς παργινυ- | |
| μένως· ὅπω<ς> ὦν φανερὸν ἴει ὅτι τὰν ὁμόνοι- | |
| αν διαφυλάττι τὰν ἐκ τῶν προγόνων παρδοθεῖ- | |
| 10 | σαν ἁ πόλις Ἠγοσθενιτάων πὸτ τὰν πόλιν Σιφε- |
| ίων, δεδόχθη τοῖ δάμοι, ὁπόττοι κὰ παργινύ- | |
| ωνθη Σιφείων ἐν τὰς κοινὰς θυσίας ἃς δαΐζοι ἁ πό- | |
| [λ]ις, ὑπαρχέμεν αὐτοῖς, καθάπερ κὴ τοῖς πολ- | |
| ίτης· τοὶ δὲ πολέμαρχοι, ἐπί κα τὸ ψάφισμα κου- | |
| 15 | [ρ]ωθείει, ἀνγραψάνθω τὸ ψάφισμα ἐν στάλαν ἐ[ν] |
| τοῖ Μελαμποδείοι. |