[ ] Megaris — Megara — 4th/5th c. AD — cf. Add. et Corr. p.742
See also:
1 τὸ ἐπίγραμμα τῶν ἐν τῷ Περσικῷ πολέμῳ ἀποθανόντων κὲ κει<μέ>νω[ν]
ἐντα<ῦ>θα ἡρώων· ἀπ<ολ>όμενον δὲ τῷ χ<ρ>όνῳ Ἑλλάδιος ὁ ἀρχιερεὺς ἐπ<εσ>κ<εύ>[ασεν].
2a [ἐπεὶ ἔδοξε τοὺς ἐν τῷ πολέμῳ ἀποθανόντας ἐνταῦθα]
3 [τα]φῆναι, {Ϲ} τοῦ[το τ]<ὸ ἐπίγραμμα ἐ>π̣οίη̣<σε>ν̣ ἐπὶ <τιμῇ> τῶν <κ>ειμένων καὶ τῆς πόλεως Σιμωνίδης.
                                 vacat
4      <Ἑλ>λάδι καὶ Μεγαρεῦσιν ἐλεύθερον ἆμαρ ἀέξ<ε>ιν
5      <ἱ>έμενοι θανάτου μοῖραν ἐδεξάμεθα, {ΜΕ}
      τοὶ μὲν ὑπ’ Εὐβ̣οίᾳ κ<ω>παχ<έϊ>, ἔνθα κ<αλ>εῖτε
     {Ε} ἁγνᾶ<ς> Ἀρτέμιδος τοξοφόρ̣ου τέμενος,
      τοὶ δ’ ἐν ὄρ<ε>ι Μ<υ>κάλας, τοὶ δ’ ἔνπροσθε<ν> Σαλαμεῖνος
8a      [νηῶν Φοινισσῶν ἐξολέσαντες Ἄρη]·
9       τοὶ δὲ καὶ ἐν π<ε>δίῳ Βοι<ω>τ[ί]ῳ, οἵτινες ἔτλαν
10       χεῖρας ἐπ’ ἀνθ<ρ>ώπους ἱππομάχους ἱένε.
      ἀστοὶ δὲ ἄμμι τόδε <φθιμένοις> γέρας ὀμφα<λ>ῷ ἀ<μ>φὶ {ΙΙ}
      Νεισέων ἔ<π>ορον λ<α>οδόκων ἀγορῶ[ν].
     <μ>έχρις ἐφ’ ἡμῶν δὲ ἡ πόλις <κ>α<ὶ> ταῦρον ἐν<ή>γ<ι>ζεν.
Search Help
Contact Us