[ ] Megaris — Megara — early 2nd c. BC
1 Εὐρυφάων Εὐθύμου ἔλεξε· {Ε} δεδόχθαι τοῖς συνέδροις καὶ
[τ]ῶι δάμωι· ἐπειδὴ ἀποστειλάντων ἁμῶν πρέσβεις
[ἐ]ς Μέγαρα περὶ δικαστηρίων αἰτήσιος, Μεγαρεῖς δὲ βουλόμεν[οι]
[δ]ιατηρεῖν τὰν διὰ προγόνων ὑπάρχουσαν φιλίαν ταῖς πόλεσ[ιν]
5 [πο]τ’ ἀλλάλας ἔδωκαν δικαστὰς καὶ ὑπογραμματέα ἄν-
δρας καλοὺς καὶ ἀγαθούς, οἵτινες παραγενόμενοι τάν τ[ε]
παρεπιδαμίαν καὶ ἀναστροφὰν ἐποιήσαντο ἀξίως ἑκατ[ε]-
ρᾶν τᾶν πολίων, καὶ τοὺς ἔχοντας τὰς δίκας συνέλυσαν κα[ὶ]
εἰς ὁμόνοιαν κατέστασαν σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν
10 ἐλλείποντες, ἃς δὲ καὶ διεδίκαξαν δίκας, ἐποιήσαντο δ[ὲ]
τὰς κρίσεις κατὰ τοὺς νόμους τᾶς πόλιος Ὀρχομενίων καὶ
κατὰ τὸ διάγραμμα ἀξίως τᾶς ἐνχειρισθείσας αὐτοῖς πίστιο[ς]·
ὅπως οὖν καὶ Ὀρχομένιοι [φ]ανεροὶ [ἔ]ωντι τιμὰς καὶ χάριτας
ἀποδιδόντες τὰς καταξίας, δεδόχθαι τοῖς συνέδροις κα[ὶ]
15 τῶι δάμωι, ἐπαινέσαι τὸν δᾶμον τὸν Μεγαρέων ἐφ’ ᾗ ἔχει
εὐνοίαι ποτὶ τὰν πόλιν Ὀρχομενί[ω]ν,   στεφανῶσαι δ[ὲ]
αὐτὸν χρυσέωι στεφάνωι· ἐπαινέσαι δὲ καὶ τοὺς δικαστά[ς],
Ὑβρίαν Πρατίχου, {Ι} Θαλίον Ἀπελλέα, καὶ τὸν ὑπογραμματέα
Εὐκλῆν Εὐκλέος,    καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσέ[ῳ]
20 στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας ἇς ἐποιήσαντο
ἐν τᾶι δικαιονομίαι. εἶμεν δὲ αὐτοὺς προξένους τᾶς πόλι[ος]
Ὀρχομενίων καὶ αὐτοὺς καὶ ἐκγόνους, καὶ εἶμεν αὐτοῖς ἰσο-
τέλειαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας οὔσας καὶ [κα]-
τὰ γᾶν καὶ κατὰ θάλασσαν, καὶ τἆλλα πάντα καθάπερ καὶ τοῖ[ς]
25 ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος Ὀρχομενί[ων]
γέγραπται· καλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια εἰς πρυτανε[ῖον]
ἐπὶ τὰν κοινὰν ἑστίαν. ἀναγραψάτωσαν δὲ τοὶ πολέμα[ρχοι]
τόδε τὸ ψάφισμα εἰς στάλαν λι[θίναν κα]ὶ ἀναθέτωσαν
ἐν ἀγορᾶι εἰς τὸν ἐπιφ[ανέστατον τόπο]ν̣· κα[ὶ] τὸ γενόμενον̣
30 ἀνάλωμα δότω ὁ ταμ[ίας. παρακαλεῖ δὲ ἁ πόλις Ὀ]ρχομενίω[ν]
καὶ τὰν πόλιν Μεγαρέων τ[— — —]η[—]τήσ̣[αν]τας καὶ ἀναγρά-
ψαντας τόδε τὸ ψάφισμα εἰς στάλαν λιθίναν ἀναθέμεν
εἰς τὸν ἐπιφανέστατον τόπον, ἐπαγορεῦσαι δὲ τοὺς στε-
φάνους ἐν τοῖς Διονυσίοις, οἷς συντελοῦντι Μεγαρεῖς,
35 τὸ κάρυγμα τόδε· ἁ πόλις Ὀρχομενίων στεφανοῖ τὸν δᾶμον
τὸν Μεγαρέων χρυσέωι {Σ} στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δι-
καιοσύνας τᾶς εἰς αὑτάν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς
{καὶ τοὺς δικαστὰς} Ὑβρίαν Πρατίχου, Θαλίον Ἀπελλέα
καὶ τὸν γραμματέα Εὐκλῆν Εὐκλέος ἕκαστον αὐτῶν
40 χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκεν καὶ δικαιοσύνας
τᾶς εἰς Ὀρχομενίους.
Search Help
Contact Us