[ ] Megaris — Megara — late 2nd/1st c. BC
[— — — — — — — — — — — — — — — —]
1 αν̣τ̣ος τ̣ὰ αὐ̣τ̣ὰ [— — — — οὔτε πόνον οὔ]-
τε κακοπαθίαν πε[φευγὼς οὐδεμίαν, φα]-
νερὰν δὲ ποιῶν τὰ[ν φιλοτιμίαν ἃν ἔχει]
εἰς τὰ κοινὰ τᾶς πόλ[ιος πράγματα· ὅπως ἂν οὖν οἱ]
5 σύνεδροι καὶ ὁ δᾶμ[ος φαίνωνται ἀποδιδόν]-
τες χάριτας [καὶ τιμῶντες τοὺς — — — — —]
δ[ο]υς κ̣α[ὶ φιλανθρώ]πους [τῶν πολιτᾶν, δεδόχθαι]
τ[ῷ δάμω]ι καὶ τοῖς σ[υνέδροις, ἐπαινέσαι — — —]
[ρίω]ν̣ος ἐ[πὶ] τᾶι πρ[ονοίᾳ καὶ σπουδᾷ ἃν ἔχει]
10 εἰς τὸν δᾶμον καὶ ε[ἰς τὰ κοινὰ τᾶς πόλιος πρά]-
γματα, καὶ ἐπὶ τῶι το[ύτου ἄξιον κριθῆναι ὑπὸ]
τᾶς συνκλήτου τᾶς [Ῥωμαίων καὶ ὑπὸ]
Μαάρκου Καλειδίου [στρατηγοῦ ὑπάτου Ῥωμαί]-
ων, καθὼς διὰ τοῦ ψα[φίσματος δηλοῦται, ἔτι δὲ]
15 ἐπὶ τᾶι καλοκαγαθία[ι καὶ εὐνοίᾳ τᾷ εἰς τοὺς πολί]-
τας, καὶ στεφανῶσαι α[ὐτὸν χρυσέῳ στεφάνῳ, καὶ ἀ]-
ναθέμεν τὰν εἰκόνα [ἐν τῷ ἐπιφανεστάτῳ τό]-
πῳ τᾶς πόλιος, ἐν <ὧ>ι ἂν [αὐτὸς ἀξιώσῃ, ἐπι]-
γράψαντας ὅτι "ὁ δᾶ[μος ὁ Μεγαρέων — — — —]
20 Ἡρίων[ος] ἀνέθηκε ἀρ[ετᾶς ἕνεκα καὶ φιλοτιμίας]
ἇς ἔχω[ν] διατελεῖ εἰς [αὑτόν". ἀνειπεῖν δὲ παρ’ ἡ]-
μᾶς τὸν̣ [στ]έφανον ἐν τ[οῖς ἀγῶσι πᾶσιν οἷς ἁ πό]-
λις τίθη̣[τι, κ]αὶ ἐν τοῖς Π[υθίοις καὶ Ἰσθμίοις καὶ]
Νεμείοις [καὶ] Ἀσκλαπιε[ίοις καὶ τοῖς ἄλλοις στε]-
25 φανί{Ι̣}τα[ις {²⁶στεφανίταις}²⁶ ἀγῶ]σιν, ὅπως [ἂν ἀκούοντες προτρέπωνται]
καὶ ἄλλοι ἀ[γ]αθο[ὶ] πρὸς τ[ὸν δᾶμον γίγνεσθαι. ἀναγράψαι]
δὲ καὶ τὸν ἐπιμ[ελ]η̣τὰν [τόδε τὸ ψάφισμα καὶ ἀναθέ]-
μεν παρὰ τὰν εἰκό[να]. ἀνα[— — — — — — — — — — —]
καταστᾶσαι δὲ Ι[—]Ν̣ ἄνδ[ρα — — — — — — — — — — —]
30 τὰν ἐπιμέλειαν [π]ερὶ τᾶ[ς στάλας καὶ τᾶς ἀναγραφᾶς, ὅπως]
ἐγδοθῇ κατὰ τοὺς νόμο[υς — — — — — — — — — — — — — —]
ἐπιστάμων.  μνάμων· [ὁ δεῖνα].
          vacat
Search Help
Contact Us