[ ]
Megaris — Megara — early 3rd c. BC
1 | ἐπὶ [βα]σι[λ]έ[ος] Ἀπ[ο]λ[λ]ωνίδα, ἐγραμμά- |
τευε βουλᾶι καὶ δά[μ]ωι Χρυσανθίδας | |
Ἀπολ[λ]οδώ[ρ]ου, ἐστρατάγουν Πυθο- | |
[κ]λῆ[ς] Εὐγε[ί]τα, Πα[ν]τ[α]κλῆς Νικοδάμου, | |
5 | Στρατοπείθης Ἁ[ρ]ποκράτεος, Πασιάδας, |
Ἡρόδω[ρο]ς Δίωνος. | |
ἐπειδὴ Ἀρίστανδρος Θαργηλίου Ἁλι- | |
καρνασσεὺς εὔνους ἐὼν διατελεῖ | |
τῶι δάμωι τῶι Μεγαρέων καὶ χρείας | |
10 | [π]αρέχεται τοῖς δεομένοις ἀεὶ Μεγαρέ- |
ων· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι | |
καὶ τῶι δάμωι πρόξενον εἶμεγ καὶ εὐερ- | |
γέταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πόλιος | |
τᾶς Μεγαρέω[ν· εἶναι] δὲ αὐτῶι ἀσυλίαγ | |
15 | καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαγ καὶ ἐμ |
πολέμωι καὶ ἐν εἰράναι [κ]αὶ ο[ἰ]κίας ἔμπα- | |
σιν. τὸ δὲ δόγμα τόδε ἀγγραψάτω ὁ γραμ- | |
ματεὺς τοῦ δάμου εἰς στάλαν λιθίναν | |
καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. |