[ ]
Megaris — Megara — early 3rd c. BC
1 | ἐπὶ βασιλέος Διογένεος, ἐγραμμά- |
τευε βουλᾶι καὶ δάμωι Ἕλιξος Εὐ- | |
δάμου, ἐστρατάγουν Π[α]γ[χ]άρης [Δι]- | |
οδώρου, Ἔριμνος Θεμνάστου, [Εὔ]φαμ[ος] | |
5 | Εὐκλείωνος, Τεισίων Ἀμφία, Μέγυλ- |
λος Σιλανοῦ, ἔδοξε βουλᾶι καὶ δάμ[ωι]· | |
ἐπειδὴ Νικάτας Ἀρχεδάμου Ἐπιδαύ- | |
ριος εὔνους ἐὼν διατελεῖ τῶι δάμωι | |
τῶι Μεγαρέων, ἀγαθᾶι τύχαι, δε[δόχθαι] | |
10 | τᾶι βουλᾶι καὶ τῶι δάμωι, πρόξεν[ον] |
εἶμεν καὶ εὐεργέταν αὐτὸν καὶ ἐκ[γό]- | |
νους αὐτοῦ τᾶς πόλιος τᾶς Μεγαρ[έων] | |
κατὰ τ[ὸν] νόμον. εἰ δέ κα δόξηι, ἀγγραψ[άτω] | |
αὐτὸν ὁ γραμματεὺς τοῦ δάμου ἐ[ν στά]- | |
15 | λαι λιθίναι καὶ ἀνθέτω εἰς τὸ Ὀλυμ[πιεῖον]. |