[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπὶ βασιλέος Διογένεος, ἐγραμμά-
τευε βουλᾶι καὶ δάμωι Ἕλιξος Εὐ-
δάμου, ἐστρατάγουν Π[α]γ[χ]άρης [Δι]-
οδώρου, Ἔριμνος Θεμνάστου, [Εὔ]φαμ[ος]
5 Εὐκλείωνος, Τεισίων Ἀμφία, Μέγυλ-
λος Σιλανοῦ, ἔδοξε βουλᾶι καὶ δάμ[ωι]·
ἐπειδὴ Νικάτας Ἀρχεδάμου Ἐπιδαύ-
ριος εὔνους ἐὼν διατελεῖ τῶι δάμωι
τῶι Μεγαρέων, ἀγαθᾶι τύχαι, δε[δόχθαι]
10 τᾶι βουλᾶι καὶ τῶι δάμωι, πρόξεν[ον]
εἶμεν καὶ εὐεργέταν αὐτὸν καὶ ἐκ[γό]-
νους αὐτοῦ τᾶς πόλιος τᾶς Μεγαρ[έων]
κατὰ τ[ὸν] νόμον. εἰ δέ κα δόξηι, ἀγγραψ[άτω]
αὐτὸν ὁ γραμματεὺς τοῦ δάμου ἐ[ν στά]-
15 λαι λιθίναι καὶ ἀνθέτω εἰς τὸ Ὀλυμ[πιεῖον].
Search Help
Contact Us