[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπὶ βασιλέος Πασ<ι>άδα, ἐγραμμάτευε βουλᾶι
καὶ δάμωι Ἵππω<ν> Παγχάρεος, ἐστρατάγουν
Διονύσιος Πυρρίδα, Δαμέας Ματροκλέος,
Ἀντί<φιλο>ς <Σ>μάχου, Μνασίθεος Πασίωνος,
5 Ἑρκίων Τέλητος.
ἐπειδὴ Μένανδρος Καλλικράτεος Μεγαλο-
πολίτας διατελεῖ εὔνους ἐὼγ καὶ πράσσων
τὰ συμφέροντα τῶι δάμωι, ἐπαινέσαι τε αὐ-
τὸν ἀρετᾶς ἕνεκα καὶ [εὐ]νοίας, καὶ εἶμεν
10 αὐτὸμ πρόξενογ καὶ εὐεργέταν τᾶς πόλιος
τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν
δὲ αὐτῶι ἀτέλειαγ καὶ ἀσυλίαγ καὶ κατὰ
γᾶγ καὶ κατὰ θάλασσαν. [ἀγ]γραψάτω δὲ
τόδε τὸ δόγμα ὁ γραμματεὺς τοῦ δάμου
15 εἰς στάλαγ καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον.
Search Help
Contact Us