[ ] Megaris — Megara — early 3rd c. BC
1                  ἐπὶ βασιλέος Πασιάδα,
γραμμάτευε βουλᾶι καὶ δάμωι Ἵππων Παγ-
χάρεος, ἐστρατάγουν Διονύσιος Πυρρίδα,
Δαμέας Ματροκλέος, Ἀντίφιλος Σμάχου,
5 Μνασίθεος Πασίωνος, Ἑρκίων Τέλητος·
ἐπειδὴ Τελεσίας Ταυρίωνος, Πειθανορίδας
Νικαίθου Φλειάσιοι εὔνοοι ἐόντες διατελοῦν-
τι τῶι δάμωι τῶι Μεγαρέωγ καὶ χρείας παρε-
χόμενοι ἀεὶ τῶι δεομένωι τῶμ πολιτᾶν ἐμ
10 παντὶ καιρῶι, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι
βουλᾶι καὶ τῶι δάμωι, προξένους εἶμεν αὐ-
τοὺς καὶ εὐεργέτας τᾶς πόλιος τᾶς Μεγαρέ-
ωγ καὶ ἐκγόνους αὐτῶν, ὑπάρχειν δὲ καὶ τἆλ-
λα πάντα αὐτοῖς, [ὅ]σα καὶ τοῖς ἄλλοις προξέ-
15 νοις ὑπάρχ[ο]ντά ἐστι καττὸν νόμον. ἀγγράψ-
[αι δὲ] τόδε τὸ δόγμα, τὸγ γραμματέα τοῦ δά-
μου εἰς στάλαγ καὶ ἀνθέμεν εἰς [τὸ] Ὀλυμπιεῖον.
Search Help
Contact Us