[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπειδὴ Διόκριτος Διοκρίτου Ἁλι-
καρνασσεὺς εὔνους ἐὼν διατε-
λεῖ τῶι δάμωι τῶι Μεγαρέων καὶ
χρείας παρέχεται τοῖς δεομέ-
5 νοις ἀεὶ Μεγαρέων, ἀγαθᾶι τύχαι,
δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δά-
μωι, πρόξενον εἶμεγ καὶ εὐεργέ-
ταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πό-
λιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐ-
10 τῶι ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κα-
τὰ θάλασσαγ καὶ ἐμ πολέμωι
καὶ ἐν εἰράναι. τὸ δὲ δόγμα τόδε
ἀγγραψάτω ὁ γραμματεὺς τοῦ δά-
μου εἰς στάλαν λιθίναγ καὶ ἀν-
15 θέτω εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς
Πασιάδας, ἐστρατάγουν Διονύ-
σιος Πυρρίδα, Δαμέας Ματρο-
κλέος, Ἀντίφιλος Σμάχου, Μν-
ασίθεος Πασίωνος, Ἑρκίων Τέλ̣[η]-
20 τος, γραμματεὺς βουλᾶς καὶ [δά]-
μο[υ] Ἵππων  Παγχάρεος.
Search Help