[ ]
Megaris — Megara — early 3rd c. BC
1 | ἐπειδὴ Διόκριτος Διοκρίτου Ἁλι- |
καρνασσεὺς εὔνους ἐὼν διατε- | |
λεῖ τῶι δάμωι τῶι Μεγαρέων καὶ | |
χρείας παρέχεται τοῖς δεομέ- | |
5 | νοις ἀεὶ Μεγαρέων, ἀγαθᾶι τύχαι, |
δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δά- | |
μωι, πρόξενον εἶμεγ καὶ εὐεργέ- | |
ταν αὐτὸγ καὶ ἐκγόνους τᾶς πό- | |
λιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐ- | |
10 | τῶι ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κα- |
τὰ θάλασσαγ καὶ ἐμ πολέμωι | |
καὶ ἐν εἰράναι. τὸ δὲ δόγμα τόδε | |
ἀγγραψάτω ὁ γραμματεὺς τοῦ δά- | |
μου εἰς στάλαν λιθίναγ καὶ ἀν- | |
15 | θέτω εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς |
Πασιάδας, ἐστρατάγουν Διονύ- | |
σιος Πυρρίδα, Δαμέας Ματρο- | |
κλέος, Ἀντίφιλος Σμάχου, Μν- | |
ασίθεος Πασίωνος, Ἑρκίων Τέλ̣[η]- | |
20 | τος, γραμματεὺς βουλᾶς καὶ [δά]- |
μο[υ] Ἵππων Παγχάρεος. |