[ ]
Megaris — Megara — early 3rd c. BC
1 | ἐπειδὴ Ἀγαθοκλῆς Ἀρχιδάμου |
Βοιώτιος εὔνους ἐὼν διατελεῖ | |
καὶ εὐεργέτας τοῦ δάμου τοῦ | |
Μεγαρέων, ἀγαθᾶι τύχαι, δεδό- | |
5 | χθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
πρόξενον αὐτὸν εἶμεγ καὶ ἐκ- | |
γόνους αὐτοῦ τᾶς πόλιος τᾶς | |
Μεγαρέωγ καττὸν νόμον· εἶμεν | |
δὲ αὐτῶι καὶ οἰκίας ἔμπασιν | |
10 | καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ- |
σιν οἷς ἁ πόλις τίθητι. ἀγγραψά- | |
τω δὲ τὸ δόγμα τόδε ὁ γραμμα- | |
τεὺς τοῦ δάμου ἐν στάλαι λιθί- | |
ναι καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον. | |
15 | βασιλεὺς Πασιάδας, ἐστρατά- |
γουν Διονύσιος Πυρρίδα, Δαμέ- | |
ας Ματροκλέος, Ἀντίφιλος Σμά- | |
χου, Μνασίθεος Πασίωνος, Ἑρκίων̣ | |
Τέλητος, γραμματεὺς βουλᾶς | |
20 | καὶ δάμου Ἵππων Παγχάρεος. |