IG VII 8
[ ] Megaris — Megara — early 3rd c. BC
1 ἐπειδὴ Ἀγαθοκλῆς Ἀρχιδάμου
Βοιώτιος εὔνους ἐὼν διατελεῖ
καὶ εὐεργέτας τοῦ δάμου τοῦ
Μεγαρέων, ἀγαθᾶι τύχαι, δεδό-
5 χθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι,
πρόξενον αὐτὸν εἶμεγ καὶ ἐκ-
γόνους αὐτοῦ τᾶς πόλιος τᾶς
Μεγαρέωγ καττὸν νόμον· εἶμεν
δὲ αὐτῶι καὶ οἰκίας ἔμπασιν
10 καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ-
σιν οἷς ἁ πόλις τίθητι. ἀγγραψά-
τω δὲ τὸ δόγμα τόδε ὁ γραμμα-
τεὺς τοῦ δάμου ἐν στάλαι λιθί-
ναι καὶ ἀνθέτω εἰς τὸ Ὀλυμπιεῖον.
15 βασιλεὺς Πασιάδας, ἐστρατά-
γουν Διονύσιος Πυρρίδα, Δαμέ-
ας Ματροκλέος, Ἀντίφιλος Σμά-
χου, Μνασίθεος Πασίωνος, Ἑρκίων̣
Τέλητος, γραμματεὺς βουλᾶς
20 καὶ δάμου Ἵππων Παγχάρεος.
Search Help
Contact Us