[ ] Megaris — Megara — after 306 BC
1 ἐπειδ[ὴ] Ἑρμῶναξ Ἑρμογένεος Τροζάνιος διατελεῖ εὔ-
νους ἐὼν τῶι δάμωι τῶι Μεγαρέων, ἀγαθᾶι τύχαι, δε-
δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, πρόξενον εἶμεν
καὶ εὐεργέταν τᾶς πόλιος τᾶς Μεγαρέων καὶ ἐκ-
5 γόνους αὐτοῦ· εἶμεν δὲ αὐτῶι καὶ ἀτέλειαγ καὶ
ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν
καὶ πολέμου καὶ εἰράνας, καὶ οἰκίας ἔμπασιν.
ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ
δάμου ἐν στάλαι καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖ[ον].
10 BASILEU\S *QEO/MANTOS, E)STRATA/GOUN *FWKI=NOS *EU)-
άλκου, Ἀριστότιμος Μενεκράτεος, Δαμοτέλης
Δαμέα, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος,
Τίμων Ἀγάθωνος, γραμματεὺς βουλᾶς καὶ δά-
μου Πασίων Δωροθέου.
Search Help
Contact Us