[ ]
Megaris — Megara — after 306 BC
1 | ἐπειδ[ὴ] Ἑρμῶναξ Ἑρμογένεος Τροζάνιος διατελεῖ εὔ- |
νους ἐὼν τῶι δάμωι τῶι Μεγαρέων, ἀγαθᾶι τύχαι, δε- | |
δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, πρόξενον εἶμεν | |
καὶ εὐεργέταν τᾶς πόλιος τᾶς Μεγαρέων καὶ ἐκ- | |
5 | γόνους αὐτοῦ· εἶμεν δὲ αὐτῶι καὶ ἀτέλειαγ καὶ |
ἀσυλίαγ καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν | |
καὶ πολέμου καὶ εἰράνας, καὶ οἰκίας ἔμπασιν. | |
ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ | |
δάμου ἐν στάλαι καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖ[ον]. | |
10 | βασιλεὺς Θεόμαντος, ἐστρατάγουν Φωκῖνος Εὐ- |
άλκου, Ἀριστότιμος Μενεκράτεος, Δαμοτέλης | |
Δαμέα, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος, | |
Τίμων Ἀγάθωνος, γραμματεὺς βουλᾶς καὶ δά- | |
μου Πασίων Δωροθέου. |