[ ] Megaris — Megara — after 306 BC
1 ἐπε[ιδὴ] Φίλ[ω]ν Κλέωνος Ἐρυθραῖος διατρίβων παρὰ
τὸμ βασιλέα [Δ]α̣μάτρι[ο]ν εὔνους ἐὼγ καὶ πράσ-
σων τὰ συμφέροντα τῶι δάμωι τ[ῶι] Μεγαρ[έων]
διατελεῖ, ἀγαθᾶι τύχαι, δεδ[ό]χ[θαι τᾷ β]ουλ[ᾷ]
5 καὶ τῶι δάμωι, ἐπαινέσα[ι α]ὐτὸν ἀρετᾶς ἕν[ε]-
κα καὶ εὐνοίας [τ]ᾶς εἰς τὸν δᾶμον <τὸν> Μεγα-
ρέωγ, καὶ εἶμεν αὐτὸγ καὶ ἐκγόνους [προ]ξένου[ς]
τᾶς πόλιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐτῶι καὶ
ἀτέλειαγ καὶ ἀσυλίαγ καὶ ἐμ πολέμωι καὶ ἐ-
10 ν εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θάλ[α]σσαν·
ἀγγράψαι δὲ τόδε τὸ δόγμα [τὸν] γραμματέα
τοῦ δάμου ἐν στάλαι καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμ-
πιεῖον· ἀγγράψαι δὲ αὐτὸγ καὶ ε[ἰ]ς [στάλαν, ἔνθα]-
περ καὶ οἱ ἄλλοι πρόξενοι. βασιλεὺς Εὐκλίας,
15 ἐστρατάγουν Φωκῖνος Εὐάλ[κ]ο[υ, Ἀριστότιμος]
[Μ]ενεκράτεος, Δαμοτέλ[ης Δα]μ̣έα, Θέδωρος
Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τί[μ]ω[ν Ἀγά]-
θωνος, γραμματεὺς βου<λ>ᾶς καὶ δάμου
                 Εὐπαλῖνος Ὁμόφρονος.
Search Help
Contact Us