[ ]
Megaris — Megara — after 306 BC
1 | ἐπε[ιδὴ] Φίλ[ω]ν Κλέωνος Ἐρυθραῖος διατρίβων παρὰ |
τὸμ βασιλέα [Δ]α̣μάτρι[ο]ν εὔνους ἐὼγ καὶ πράσ- | |
σων τὰ συμφέροντα τῶι δάμωι τ[ῶι] Μεγαρ[έων] | |
διατελεῖ, ἀγαθᾶι τύχαι, δεδ[ό]χ[θαι τᾷ β]ουλ[ᾷ] | |
5 | καὶ τῶι δάμωι, ἐπαινέσα[ι α]ὐτὸν ἀρετᾶς ἕν[ε]- |
κα καὶ εὐνοίας [τ]ᾶς εἰς τὸν δᾶμον <τὸν> Μεγα- | |
ρέωγ, καὶ εἶμεν αὐτὸγ καὶ ἐκγόνους [προ]ξένου[ς] | |
τᾶς πόλιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐτῶι καὶ | |
ἀτέλειαγ καὶ ἀσυλίαγ καὶ ἐμ πολέμωι καὶ ἐ- | |
10 | ν εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θάλ[α]σσαν· |
ἀγγράψαι δὲ τόδε τὸ δόγμα [τὸν] γραμματέα | |
τοῦ δάμου ἐν στάλαι καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμ- | |
πιεῖον· ἀγγράψαι δὲ αὐτὸγ καὶ ε[ἰ]ς [στάλαν, ἔνθα]- | |
περ καὶ οἱ ἄλλοι πρόξενοι. βασιλεὺς Εὐκλίας, | |
15 | ἐστρατάγουν Φωκῖνος Εὐάλ[κ]ο[υ, Ἀριστότιμος] |
[Μ]ενεκράτεος, Δαμοτέλ[ης Δα]μ̣έα, Θέδωρος | |
Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τί[μ]ω[ν Ἀγά]- | |
θωνος, γραμματεὺς βου<λ>ᾶς καὶ δάμου | |
Εὐπαλῖνος Ὁμόφρονος. |