[ ]
Megaris — Megara — after 306 BC
1 | ἐπειδὴ Κλέων Κλέωνος Ἐρυθραῖος διατρίβων παρ[ὰ] |
[τ]ὸμ βασιλέα [Δαμ]άτριο[ν εὔ]νου[ς ἐὼ]γ καὶ πρ[άσ]- | |
[σ]ω[ν] τὰ συμ[φέ]ροντα τῶι δάμωι <τῶι> Μεγαρέων [δια]- | |
τελ[εῖ, ἀγα]θᾶι τύχαι, δεδόχθαι τᾶι βο<υ>λᾶι καὶ | |
5 | τῶι δάμωι, ἐπαινέσαι αὐτὸν ἀρετᾶς ἕνεκα |
καὶ εὐνοίας τᾶς εἰς τὸν δάμον τὸν Μεγ[αρέω]ν, | |
[κ]αὶ [εἶμεν] αὐτὸγ καὶ ἐκγόν[ου]ς προξένους τᾶς | |
πόλιο[ς] τᾶ[ς] Μεγαρέων· εἶμεν [δ]ὲ [αὐ]τῶι [κ]αὶ ἀτέ- | |
λει[αγ] καὶ [ἀσυ]λίαγ καὶ [ἐμ π]ολέμωι καὶ ἐ[ν] εἰρά- | |
10 | ναι καὶ κατὰ [γ]ᾶ[γ κ]αὶ κατὰ θάλασσαν· ἀγγρά- |
[ψαι] δὲ τόδε τὸ δόγμα τὸν γραμματέα τοῦ δάμου | |
[ἐν στάλᾳ καὶ] ἀνθέμεν εἰς τὸ Ὀλυμπιέον, ἀγ- | |
[γράψ]αι δὲ αὐτὸγ καὶ εἰς στάλαν ἔ[νθαπερ καὶ οἱ] | |
[ἄ]λλοι πρόξενοι. βασιλεὺς [Εὐ]κλίας, ἐ[σ]τρατάγουν | |
15 | Φωκῖνος Εὐάλκου, Ἀριστότιμος [Μ]ε[νεκράτεος], |
Δαμ[οτέλη]ς Δαμέα, Θ[έ]δωρος Παγχά[ρεος], | |
[Πρό]θυμος Ζεύξιος, Τίμων Ἀγά[θω]νος, [γρ]αμμα- | |
[τεὺς] βουλᾶς καὶ δάμου Εὐπαλῖνος [Ὁμό]φρο[νος]. |