[ ] Megaris — Megara — after 306 BC
1 [— — — — — — — — — — — —]ς διατρίβων
ἐπειδὴ Μῦς Πρωτέα Ἐρέσιος εὔνους ἐὼν
καὶ πράσσων τὰ συμφέροντα τῶι δάμωι
τῶι Μεγαρέων διατελεῖ, ἀγαθᾶι τύχαι, δε-
5 δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέ-
σαι τε αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας
τᾶς εἰς τὸν δᾶμον τὸν Μεγαρέων, καὶ εἶ-
μεν αὐτὸν καὶ ἐκγόνους προξένους [τᾶ]ς
πόλιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐτοῖς
10 ἀτέλειαν καὶ ἀσυλίαν καὶ ἐν πολέμωι
καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θά-
λασσαν. ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸν
γραμματέα τοῦ δάμου [ἐ]ν στάλαι καὶ ἀνθ[έ]-
μεν εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς Εὐκλίας,
15 ἐστρατάγουν Φωκῖνος Εὐάλκου, Ἀριστότι[μος Με]-
νεκράτεος, Δαμοτ[έ]λης Δαμέα, Θέδωρος
Παγχάρεος Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά[θω]-
νος, γραμματεὺς βουλᾶς καὶ δάμου
              Εὐπαλῖνος Ὁμόφρονος.
Search Help
Contact Us