[ ]
Megaris — Megara — after 306 BC
1 | ἐπὶ βασιλέ<ο>ς Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμμα- |
τεὺς βουλᾶς καὶ δάμου Δαμέας Δαμοτέλεος, | |
ἐστρατάγουν Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐά- | |
λκου, Ἀριστότιμος Μενεκράτεος, Θέ{ο}δωρος {²⁶Θέδωρος}²⁶ Παγχ[ά]- | |
5 | ρε<ο>ς, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος· ἐπει[δὴ] |
Ἀλεξ[— — — — — — — — — — — — — — — — —]εὺς | |
εὔνους καὶ χρήσιμος ἐὼν διατελεῖ τῶι δάμωι, | |
ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, | |
ἐπαινέσαι αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, κα[ὶ] | |
10 | εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐεργέ- |
τας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ οἰκίας | |
ἐπ[α]ρχ[ὰγ] καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς | |
{ἂν} ἁ πόλις τίθη<τ>ιν, καὶ ἀτέλειαν καὶ ἀσυλίαν | |
καὶ ἐν πολέμωι καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ | |
15 | κατὰ θάλασσαν. ἀ<γ>γράψαι δὲ τόδε τὸ δόγμα |
τὸν γραμματέα τοῦ δάμου ἐς στάλαν καὶ | |
[ἀ]νθέμεν εἰς τὸ Ὀλυμπιεῖον. |