1 | ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐφρονίου, γραμματεὺς βουλᾶς |
καὶ δάμου Δαμέας Δαμοτέλεος, ἐστρατάγουν Δαμοτέλης | |
Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενεκράτεος, Θέδωρος | |
Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος. | |
5 | ἐπειδὴ τοὶ Αἰγοστενῖτα[ι] ἀνάγγελλον Ζωΐλογ Κελαίνου Βοιώτιον, |
τὸν ἐπὶ τοῖς στρατιώταις τοῖς ἐν Αἰγοστένοις τεταγμένον ὑπὸ τοῦ | |
βασιλέος Δαματρίου, αὐτόν τε εὔτακτον εἶμεν καὶ τοὺς στρατιώ- | |
τας παρέχειν εὐτάκτους, καὶ τἆλλα ἐπιμελεῖσθαι καλῶς καὶ εὐ- | |
νόως, καὶ ἀξίουν αὐτὸν διὰ ταῦτα τιμαθῆμεν ὑπὸ τᾶς πόλιος, | |
10 | ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, στεφανῶσαι |
Ζωΐλογ Κελαίνου Βοιώτιογ χρυσέωι στεφάνωι καὶ εἶμεν αὐτὸμ πο- | |
λίταν τᾶς πόλιος τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν δὲ | |
αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς ἁ πόλις τίθητι. ἀγγράψαι | |
δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου εἰς στάλαν λιθίναν | |
15 | καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, ὅπως εἰδῶντι πάντες ὅτι ὁ δάμος |
[ὁ Μ]εγαρέων τιμῇ τοὺς ἀγαθόν τι πράσσοντας ἢ λόγωι ἢ ἔργωι | |
ὑπὲρ τᾶς πόλιος ἢ ὑπὲρ τᾶγ κωμᾶν. |
IG VII
1