[ ]
Gallia Narbonensis — Massalia (Marseille) — undated
1 | [— —]Ι∙#⁷#⁷․#⁷ΕΙΙΕ[—]ΙΔ[— —]Ι̣Ι̣Ϲ̣Ο ἴχνεσι |
[—]Ι̣ον, ὁδεῖτα· ❦ | κοῦρος ἐγὼ καλέω σε | |
θεῷ φίλος, οὐκέτι θνητός, ❦ | ἠίθεος | |
κούροισιν ὁμηλικίῃ πανόμοιος | | |
5 | πλωτήρων σωτῆρσιν Ἀμυκλαίοισι |
θεοῖ[σ]ιν, ❦ | πλωτὴρ καὐτ̣ὸ̣ς ἐών, | |
πόντου τ’ ἐνὶ [κ]ύμασι[ν] ἥσθην. ❦ | | |
εὐσεβίῃ τρο̣φ̣έων [δὲ] λαχὼν | |
τόδε σῆμα [π]έπαυμαι ❦ | νούσων | |
10 | καὶ καμάτοιο καὶ ἄχθεος ἠδὲ |
πόνοιο· ❦ | ταῦτα γὰρ ἐν ζωοῖσιν | |
ἀμείλιχα σάρκες ἔχουσιν. ❦ | | |
ἐν δὲ τεθνε[ι]ῶσιν ὁμηγύριέ̣ς̣ | |
γε πέλουσιν ❦ | δοιαί· τῶν ἑτέρη | |
15 | μὲν ἐπιχθονίη πεφόρηται, | |
ἡ δ’ ἑτέρη τείρεσσι σὺν αἰθερίοισι | |
χορεύει· ❦ | ἧς στρατιῆς εἷς εἰμ[ι], | |
λαχὼν θεὸν ἡγεμονῆα. | |
l(ibens) p(ecunia) s(ua). |