[ ] Gallia Narbonensis — Massalia (Marseille) — undated
1 [— —]Ι∙#⁷#⁷․#⁷ΕΙΙΕ[—]ΙΔ[— —]Ι̣Ι̣Ϲ̣Ο ἴχνεσι
[—]Ι̣ον, ὁδεῖτα· ❦ | κοῦρος ἐγὼ καλέω σε
θεῷ φίλος, οὐκέτι θνητός, ❦ | ἠίθεος
κούροισιν ὁμηλικίῃ πανόμοιος |
5 πλωτήρων σωτῆρσιν Ἀμυκλαίοισι
θεοῖ[σ]ιν, ❦ | πλωτὴρ καὐτ̣ὸ̣ς ἐών,
πόντου τ’ ἐνὶ [κ]ύμασι[ν] ἥσθην. ❦ |
εὐσεβίῃ τρο̣φ̣έων [δὲ] λαχὼν
τόδε σῆμα [π]έπαυμαι ❦ | νούσων
10 καὶ καμάτοιο καὶ ἄχθεος ἠδὲ
πόνοιο· ❦ | ταῦτα γὰρ ἐν ζωοῖσιν
ἀμείλιχα σάρκες ἔχουσιν. ❦ |
ἐν δὲ τεθνε[ι]ῶσιν ὁμηγύριέ̣ς̣
γε πέλουσιν ❦ | δοιαί· τῶν ἑτέρη
15 μὲν ἐπιχθονίη πεφόρηται, |
ἡ δ’ ἑτέρη τείρεσσι σὺν αἰθερίοισι
χορεύει· ❦ | ἧς στρατιῆς εἷς εἰμ[ι],
  λαχὼν θεὸν ἡγεμονῆα.
     l(ibens) p(ecunia) s(ua).
Search Help
Contact Us