[ ] Italia (Sabini) — Scandriglia — undated
1 Α̣ἰλιανῶι τόδε [σῆμα] πατὴρ ἀγαθῶι πι[νυτῶι τε],
 θν̣η̣τὸν κηδ[εύσα]ς σῶμα· τὸ δ’ ἀθάνατ[ον]
ἐς μακάρ̣ων ἀνόρο[υσ]ε κέαρ· ψυχὴ γὰρ ἀείζ<ω>[ς],
 ἣ τὸ ζῆν παρέχει καὶ θεόφιν κατέβη.
5 ἴσχεό <το>ι? στοναχῶν πά[τε]ρ, ἴσχε δέ, μῆτερ, ἀδελφούς·
 σῶμ̣α̣ χ<ι>τὼν ψυχῆς· τ[ὸ]ν δὲ θεὸν σέβε μου.
Search Help
Contact Us