[ ]
Italia (Roma et vicinia) — Roma? — undated — Moretti, IGUR III, p. 328: Latium
1 | ἱστορίας δείξας ∙ |
καὶ χειρσὶν ἅπαντα | |
λαλήσας ∙ | ἔμπειρος Βρομίοιο | |
σοφῆς ἱερῆς τε χορείας, | συνπάσχων | |
5 | κείνοις <οἷσ>περ κεινεῖτο προσώποις, | |
κοσμήσας πᾶ̣σαν θυμέλην διδαχαῖς | |
πολυδόξοις, | οὗτος ὁ παιδίας | |
θαλερῆς ∙ ἐνκώμια λίψας | | |
κεῖτε δ<ὴ> γήρᾳ βεβαρη<μέ>νος· | |
10 | οὐκ ἔθανε γάρ, | ζώσης |
εὐρυχόροιο τέχνης | |
ἀρεταῖσι μαθητῶν. |