[ ] Italia (Roma et vicinia) — Roma? — undated — Moretti, IGUR III, p. 328: Latium
1      ἱστορίας δείξας ∙
     καὶ χειρσὶν ἅπαντα
 λαλήσας ∙ | ἔμπειρος Βρομίοιο
 σοφῆς ἱερῆς τε χορείας, | συνπάσχων
5 κείνοις <οἷσ>περ κεινεῖτο προσώποις, |
κοσμήσας πᾶ̣σαν θυμέλην διδαχαῖς
 πολυδόξοις, | οὗτος ὁ παιδίας
 θαλερῆς ∙ ἐνκώμια λίψας |
     κεῖτε δ<ὴ> γήρᾳ βεβαρη<μέ>νος·
10      οὐκ ἔθανε γάρ, | ζώσης
     εὐρυχόροιο τέχνης
     ἀρεταῖσι μαθητῶν.
Search Help
Contact Us