[ ] Italia (Roma et vicinia) — Ficulea, area of — undated
1 [τ]ὴν στήλην, παροδεῖτα, διελθὼν γνώσῃ τ̣<ίς> ε̣ἰ̣{#⁷}μ̣[ι]? {²⁶εἰμι}²⁶
καὶ πῶς μοι βεβίωται καὶ πῶς ἀνέλυσα μαθήσ[ῃ].
[ἔ]σπειράν με γονεῖς παρ’ Αἰγύπτοιο δ’ ἀρούραις
[ἐ]ν κώμῃ Ἱ∙εραπενθεβυλείη· νόμος ἡ Ξοίς.
5 #⁷#⁷#⁷․#⁷․․․․․[— —] Ἀλεξάνδρι[α —]ε πατράσσιν
5a [— — — — — — — — — — — — — — — — — — — —]
6 [κ]αὶ ἐν στρατιᾷ π̣[α]νημερίῳ? μετέπιτα θελήσας,
[κ]αὶ κόσμον κεκ[ράτ]ευκα, σχεδὸν εἴποιμι παρ’ αὐτό,
οὐ πόλεμόν π[ο]τ̣ε εἰδών, οὐ χεῖρα φόνοισι μιάνας,
[Κ]ρόνιος ὁ καὶ Ἀρτεμίδωρος Εὐόδιος ἐνθάδε κεῖμαι
10 [ἑ]ξηκονταέτης, γυναῖκά τε μηδαμοῦ γήμας,
 μήτε δίκην εἴπας, μήτ’ ὅρκον δούς ποτ’ ὁμοίῳ·
 εὐτυχίην δὲ βίου ταύτην νόμισον, παροδεῖτα.
 Σεράμμων ἐνθάδε κεῖμαι Ἀλεξανδρεύς, πολλὰ μογήσας
 ἐν βιότῳ περιών, λήθῃ, πλάνῃ, ἐλπίδι διώκων
15 [—]ΗΝΤ#⁷Τ̣[—]Ο#⁷Τ̣[— —] τοῦτο γένωμαι ὃ βλέπις.
Search Help
Contact Us