[ ]
Italia (Roma et vicinia) — Alba Longa (Castel Gandolfo) — undated — line div. uncertain
1 | ἄ̣<ν>θος ἐγὼ λεγόμην, υἱὸς Ἑρμογένους τε καὶ Φύρμης· |
❦? ἀνθήσας δὲ κακῶς ἔτεσιν δυσὶν οὐχ ὁλοκλήρ<οι>ς | |
φωτὸς ἀφαρπασθεὶς πρόμοιρον βρέφος ἐνθάδε κεῖμαι, | |
καὶ οὐκ οἶδ’ εἴτε καλῶς εἴτε κακῶς ἔθανον. | |
5 | ἀπλήρωτ’ Ἀίδα, τί με νή{ι}πιον {²⁶νήπιον}²⁶ ἥρπασες οὕτως |
σπεύσας τοῦ ζῆν με στερέσαι; ο<ὐ> σοὶ | |
πάντες ὀφιλόμεθα; |