[ ] Italia (Roma et vicinia) — Alba Longa (Castel Gandolfo) — undated — line div. uncertain
1 ἄ̣<ν>θος ἐγὼ λεγόμην, υἱὸς Ἑρμογένους τε καὶ Φύρμης·
❦? ἀνθήσας δὲ κακῶς ἔτεσιν δυσὶν οὐχ ὁλοκλήρ<οι>ς
φωτὸς ἀφαρπασθεὶς πρόμοιρον βρέφος ἐνθάδε κεῖμαι,
καὶ οὐκ οἶδ’ εἴτε καλῶς εἴτε κακῶς ἔθανον.
5 ἀπλήρωτ’ Ἀίδα, τί με νή{ι}πιον {²⁶νήπιον}²⁶ ἥρπασες οὕτως
σπεύσας τοῦ ζῆν με στερέσαι; ο<ὐ> σοὶ
    πάντες ὀφιλόμεθα;
Search Help
Contact Us